Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ θείας χάριτος

Ἐφραίμ ὁ Σύρος

Η κατανομή των πνευματικών χαρισμάτων στους πιστούς

Η δωρεά της χάριτος στους αγίους, η αναγκαιότητα της πνευματικής προετοιμασίας και η σοφή χορηγία των χαρισμάτων αναλόγως του συμφέροντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἡ αὐτὴ χάρις γέγονεν ἐν τοῖς Ἁγίοις· εἶπε γὰρ ὁ Χριστὸς ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον διδάξει πάντα τὰ παραγενόμενα. Λέγει καὶ ὁ Ἀπόστολος ὅτι τοῦ Θεοῦ ἔχομεν τὸ Πνεῦμα· διὰ τοῦτο οἴδαμεν τὰ πάντα. Εἶπεν· οὐκ ἔχομεν τὸ πνεῦμα τοῦ κόσμου· ἵνα γνῶμεν ὅτι οἱ σοφοὶ Αἰγύπτιοι τούτῳ τῷ πνεύματι μαθητευθέντες οὐδὲν ᾔδεισαν. Πνεῦμα καὶ τοῦ κόσμου προσηγόρευσεν, ἐπειδὴ καὶ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ψυχὴν ἔχειν λέγονται. Οὐ ποιεῖ πρόκριμα τῇ χάριτι τοῦ Θεοῦ τὸ ὄνομα· οὔτε γὰρ ἐξ ὀνομάτων ἡ πρᾶξις, ἀλλ᾽ ἐκ πράξεων τὰ ὀνόματα.

Νοήσατε ἐκ τοῦ δικαίου Ἰωσὴφ ὅτι δεῖ ὑμᾶς διὰ πειρασμῶν ἐπιγνῶναι τῆς χάριτος τὴν εὐπρέπειαν. Οἶδα ὅτι πολλοὶ ποθοῦσι γενέσθαι αὐτῆς υἱοί, ἀλλ᾽ οὐ τὸ θέλειν ἐστίν, ἀλλὰ τὸ ἑτοιμάσασθαι. Οἶδα ὅτι πολλοὶ διὰ τὴν πίστιν υἱοὶ αὐτῆς ὠνομάσθησαν, ἀλλ᾽ οὐ πολλοὶ κληρονομοῦσιν αὐτὴν διὰ τὴν ἀμέλειαν.

Οὐ πάντες τιμῶσι τὰς μητέρας ἀνδρωθέντες, οὕτως εἰ καὶ πολλοὺς ἡ χάρις ἐγαλούχησεν, ἀλλ᾽ ὑπὸ σπανίων τετίμηται. Οὐ πάντες συνίασιν ὠδῖνας τῆς τεκούσης καὶ πόνους ἀνατροφῶν, οὕτω καὶ ἐν ἡμῖν βραχεῖς εἰσὶν οἱ πρὸς τὴν εὐεργεσίαν αὐτῆς συνδιατιθέμενοι. Καὶ εἰ θέλετε γνῶναι τί τὸ ἔργον τῆς χάριτος, πάλιν ὑμῖν Ἰωσὴφ ὁδηγήσειε. Πάντων προνοεῖ ὡς μήτηρ φαύλων τε καὶ ἀγαθῶν· διὰ τοῦτο καὶ τοὺς Αἰγυπτίους διέθρεψεν. Ὀλίγους ἔχει κληρονόμους, μεθ᾽ ὧν συναγάλλεται. Ἐὰν ἀτακτῶσιν, ἀνέχεται. Ἐὰν ἀσεβῶσιν, ἀποστρέφεται.

Καὶ ὅμως τὰ σπλάγχνα αὐτῆς οὐκ ἀποκλείει, ἵνα μὴ ἀποθάνωμεν. Εἰ περὶ τοὺς ἀχαρίστους τοιαύτης ἐστί, τί δειλιῶμεν τὴν συνδιατριβὴν αὐτῆς; Εἰ περὶ τοὺς παροινοῦντας χρηστή ἐστι, διατί οὐ συνιῶμεν ὅτι ἐπὶ τοὺς ἐρωμένους αὐτῆς ὅλη ἐκχέεται; Μήτε ἀκηδιάσωμεν κρυπτομένης αὐτῆς, μήτε ὀλιγωρῶμεν παιδευούσης πειραζόμενοι. Οἶδε τὸ συμφέρον, καὶ τὴν φύσιν ἐπίσταται.

Γινώσκει τὸ μέτρον ἑκάστου καὶ δίδωσι πρὸς ἀπόλαυσιν. Ἐπέχει τὴν εὐεργεσίαν, κρύπτουσα ἡμᾶς πρὸς ὠφέλειαν. Ἀνέχεται γογγυζομένη, καὶ ὡς ἰατρὸς ἀσθενοῦσιν οὐ δίδωσιν ἄρτου ἢ οἴνου ἀπόλαυσιν. Συνίετε ὃ λέγω, ἵνα 〈μὴ〉 περὶ τῶν εὐδήλων διατρίβωμεν.

Τίς ἡ χάρις, τίς ἡ φύσις, τίς ἡ γνῶσις, τίς ἡ προαίρεσις, τίς ἡ πλῆξις, τίς ἡ μετουσία; Καὶ ὁ Παῦλος εἴρηκεν ὅτι διαιρέσεις εἰσὶ χαρισμάτων, καὶ ὅτι πρὸς τὸ συμφέρον δίδονται. Μήτε οὖν ἀπιστήσωμεν μὴ λαμβάνοντες, μήτε ὅμοια ζητῶμεν λαμβάνοντες. Μὴ πρὸς τὸ διάφορον διστάζωμεν, ὅτι οὐχ ἡ αὐτὴ χάρις ἐστὶ νομίζοντες, ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τοὺς ἀνθρώπους καὶ τοὺς τρόπους ἀποβλέψωμεν. Οὔτε Αἰγύπτιος νῦν κρατεῖ, οὔτε λιμώττει Χαναάν. Οὐκ ἔστιν Ἰακὼβ ὁ δίκαιος, οὔτε γένος Ἰσραὴλ ὀφεῖλον ἐξ Αἰγύπτου ἐξελθεῖν, κληρονομῆσαι τὴν γῆν Χαναάν. Οὐ ποιμένες ἀδελφοί, οὐ Μαδιηναῖοι ἔμποροι, οὐκ Ἰωσὴφ ἐνθουσιώμενος ἐνυπνίοις.