Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ θείας χάριτος

Ἐφραίμ ὁ Σύρος

Επίλογος και συγγραφική απολογία

Καταληκτικές σκέψεις του συγγραφέα, ο οποίος ομολογεί την ατέλειά του, επικαλείται την υπακοή ως κίνητρο συγγραφής και ζητά τις προσευχές των αναγνωστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Εἴ τι οὖν λείπει τοῖς εἰρημένοις, ὑμεῖς ἀναπληρώσατε· ἐγὼ γὰρ ὡς ἰδιώτης τῆς τέχνης, ἃ οἶδα ἔγραψα πόθῳ ὑπακοῆς. Διὸ καὶ ἐπεχείρησα προπετεύσασθαι, ἀλλ᾽ οἶμαι μηδένα μέμψασθαι, ὑμῶν μεσιτευόντων. Διὰ γὰρ τὸ μὴ δύνασθαι παραιτεῖσθαι, προῆλθον ἐπὶ τὸ μέρος τῆς ἐκζητήσεως, καὶ θέλων εἰπεῖν ἀκριβέστερον, εἰκὸς ὅτι προσέκρουσα.

Οὐκ ἀρνοῦμαι τὴν φύσιν, οὐ καυχῶμαι τὴν πρᾶξιν, οὐκ ἀπαιτῶ τὴν ἐξομοίωσιν. Ὁ λόγος ὑμῶν ὑπηρέτης. Εἰ βίος οὐ μαρτυρεῖ, τῷ λόγῳ ὑπομιμνῄσκοντι χρήσασθε. Ἔστω ὁ λόγος κάτοπτρον τῆς φυσικῆς ὑμῶν πράξεως, καὶ ἴδετε ἐν αὐτῷ ὡς ἐν διαυγεῖ ὕλῃ τὴν ἀρετὴν ὑμῶν τὴν ἄϋλον. Θαυμάσατε ἑαυτοὺς ἀναγινώσκοντες, μωμοσκοπήσατε δὲ τὰ σφάλματα τοῦ γράψαντος. Τὰ ἐνδέοντα τῷ λόγῳ διὰ τῆς πράξεως διορθώσασθε. Ἐλέγξατε τὴν ἰδιωτείαν τοῦ τυπώσαντος τῆς ἀρετῆς τὸν χαρακτῆρα. Διαπτύσατε τὸν ἐξεικονίσαντα τελείαν πρᾶξιν ἀτελεῖ ῥήματι. Σύνετε τὴν σπουδὴν καὶ μὴ μέμψησθε τὴν ἄγνοιαν. Νοήσατε τὴν ἀπειρίαν καὶ τὸ ἐπιτήδευμα μὴ ἀποβάλησθε. Ὑμεῖς μοι τὰ παρ᾽ ὑμῶν ἀναμφίβολα πορίσατε. Εὐχὰς ἐκτενεῖς καὶ στοργὴν πατρικήν, ἐφ᾽ οἷς πλουτεῖτε, ἀφθόνως παράσχετε· ὅτι κἀγὼ τὴν πενίαν τῆς διηγήσεως οὐκ ἀπεκώλυσα.

Ἐδάνεισα πτωχὸς ὢν πλουσίοις. Οὐ θέλω τὸ κεφάλαιον, τὴν ἀμοιβὴν ἀπαιτῶ. Οὐκ ἐπαίνους αἰτῶ, ἀλλὰ προσευχάς. Οὐ μισθὸν αἱροῦμαι λαβεῖν, ἀλλὰ χάριν δέξασθαι. Οὐκ οἶδα τὸ ἔργον ἄξιον εἶναι τῆς ἐπιταγῆς· ἐννοῶ δὲ ὅτι παρασχεῖν θέλοντες ἐκελεύσατέ μοι εἰπεῖν, μὴ χρῄζοντες ὑπομνήσεως. Οἱ ἔχοντες τὴν πηγήν, σταγόνος οὐ προσδέονται. Οἱ τὴν ποίμνην νέμοντες, οὐκ ἐνδεεῖς εἰσι γάλακτος.

Οἱ τὸν ἄρτον κλῶντες, ψιχίων οὐ χρῄζοντες. Οἱ τὸ μέλι γεωργοῦντες, οὐκ ἐπιδεεῖς εἰσιν μαθεῖν τίς ἡ γεῦσις αὐτοῦ. Οἱ τὸν μαργαρίτην κεκτημένοι, δι᾽ ὀβολὸν οἰκτρὸν οὐ καταπονηθήσονται. Δότε ἡμῖν τῆς γεωργίας ὑμῶν, ὅτι τὸν παράδεισον ἐξελάβετε. Παράσχεσθε ψυχῆς τροφήν, οἱ τῷ ξύλῳ τῆς ζωῆς τρεφόμενοι.

Ὥσπερ γὰρ τὰ φαινόμενα πρόσκαιρα, οὕτω καὶ ὁ λόγος ὁ πρὸς ὑμᾶς. Ἀλλ᾽ αὐτοὶ αὐτὸν ποιεῖτε αἰώνιον, ὅτι τῇ πράξει ὑπόστασιν αὐτῷ παρέχετε αἰωνίαν.