Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τινων ζητημάτων

Ἐφραίμ ὁ Σύρος

Η δύναμη της ταπεινώσεως έναντι των δαιμόνων

Παράθεση διηγήσεως για έναν ταπεινό μοναχό που κατανίκησε ακάθαρτο πνεύμα και εξαγωγή θεολογικών συμπερασμάτων για τη σημασία της αληθούς ταπεινώσεως κατά το πρότυπο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Οἶδα ἀδελφὸν ἐν Κυρίῳ· καὶ ἦν οὗτος ἡσυχάζων ἐν τόπῳ τινὶ ἐν ὑποταγῇ μεγάλῃ· καὶ συνέβη ἐν τῷ τόπῳ ἐκείνῳ ἀδελφὸν ὀχληθῆναι ὑπὸ πονηρροτάτου δαίμονος· καὶ οὗτος ἐπονομάζειν ἐκεῖνον ἤρξατο, ἀποβοᾶν καὶ λέγειν.

Καὶ ἦν ἐν τῇ συνάξει φυλαττόμενος ὑπὸ νεωτέρων· ἐκεῖνος δὲ ἦν περὶ οὗ ἔκραξε τὸ δαιμόνιον ἐν τῷ κελλίῳ αὐτοῦ ἡσυχάζων. Ὡς δὲ ἐθεάσατο ὁ προεστὼς τὴν πολλὴν τοῦ δαίμονος σφυγμήν, ἀποστείλας ἐκάλεσε τὸν ἀδελφὸν ἐκεῖνον, ὅπως προσκαρτερήσῃ τῷ πάσχοντι· καὶ παραγενόμενος εὑρίσκει τὸν πάσχοντα ἔνδοσιν λαβόντα μικράν. Καὶ ὡς ἦν ὁμιλῶν αὐτῷ, ἄφνω κυριευθεὶς ὑπὸ τοῦ ἀκαθάρτου ἤρξατο ἀποβοᾶν καὶ λέγειν· σὺ πάλιν ὧδε κακῶς ἥκεις κακὴν ὁδόν· κακά σου τὰ ἀπαντήματα· κακὰ εἴπῃς, κακὰ ἀκούσεις· καὶ τὸ πρῶτόν με σὺ ἐξέβαλας καὶ ἔδησάς με ἐν τῇ ταπεινώσει σου. Καὶ πάλιν ἔφη πρὸς αὐτὸν ὁ δαίμων· μὴ ἐπαίρου, καλὲ ὁ δεῖνα, μὴ ἐπαίρου· ἔμελλες γὰρ καὶ σὺ ἐπισκεπῆναι, εἰ μὴ διὰ τὴν ταπείνωσίν σου σκεπάζῃ· αὕτη γάρ ἐστιν ἡ καὶ νῦν ἐκθλίβουσά με καὶ πολεμοῦσα.

Καὶ εἰ ἄρα καὶ αὐτοὶ οἱ δαίμονες καὶ ἄκοντες ὁμολογοῦσι μὴ δύνασθαι πρὸς τὴν ταπείνωσιν, ἀλλὰ δεδιέναι ταύτην καὶ φρίττειν, τί ἡμεῖς καταμελοῦμεν τῆς τοιαύτης ἀξίας; Καὶ γὰρ σημεῖον ἀπαστράπτει πνευματικόν, ἣν ὑπερήφανοι δαίμονες φέρειν οὐ δύνανται. Τοῦ Κυρίου εἰπόντος, μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἡμεῖς εἴπωμεν πρὸς αὐτόν, σοὶ χάρις, Κύριε, τῷ παμβασιλεῖ καὶ Θεῷ, ὅτι γέγονας ἡμῖν ὁδὸς σωτηρίας· σύ, Κύριε, καὶ τοὺς δαίμονας χαλινοῖς, καὶ ἐξαίρεις ἀπὸ παντὸς κακοῦ τοὺς ἐλπίζοντας ἐπὶ σέ.