Εἰ δὲ λέγεις ἐν τοῖς φαινομένοις, οὐ πορνεύω, οὐ μοιχεύω, οὐκ εἰμὶ φιλάργυρος, τὸ λοιπὸν δίκαιός εἰμι, πεπλάνησαι ἐπὶ τούτῳ, νομίσας ὅτι πάντα ἐξετέλεσας. Οὐκ εἰσὶν οὖν μόνον τρία μέλη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία. Εἰπὲ γάρ μοι· ἡ ἀφοβία, ἡ τύφλωσις, ἡ ἀπιστία, τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις, πόθεν εἰσίν; Οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην ἐν τοῖς λεληθόσι καὶ ἐν τοῖς λογισμοῖς; Ὥσπερ γάρ, ἐὰν ᾖ λῃστὴς ἐν σκηνῇ, λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἀφίει σε ἀμεριμνεῖν· ἄρχεις δὲ καὶ σὺ ἀντιπίπτειν αὐτῷ, λοιπὸν δέρεις· δέρειν καὶ αὐτὸς ἐπιχειρεῖ· οὕτω καὶ ἡ ψυχὴ ὀφείλει ἀντιπίπτειν καὶ δέρειν καὶ ἀντιμάχεσθαι. Λαμβάνει πληγὰς καὶ δίδωσι· κρούεται καὶ ἀντικρούει. Λοιπὸν ἡ προαίρεσις [καὶ] ἀντιμαχομένη καὶ ἔχουσα πόνον καὶ θλῖψιν, ἄρχεται περικόπτειν, καὶ μετὰ πολλοῦ καμάτου ἄρχεται ἡ ψυχὴ ἀνωτέρα γίνεσθαι. Πίπτει, ἐγείρεται. Οἰκοδομεῖ Σατανᾶς κατὰ τῆς ψυχῆς, καταστρέφει καὶ ἡ ψυχή. Πάλιν συμβαίνει ὅτι ἡ ἁμαρτία εἰς δέκα καὶ εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχήν, καὶ ῥίπτει· ὁμοίως καὶ ἡ ψυχὴ διὰ χρόνον εἰς μίαν διαγωγὴν νικᾷ τὴν ἁμαρτίαν. Πάλιν, ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν καὶ αὐξάνεσθαι καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας.