Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τῶν ἀδελφῶν πρὸς ἀλλήλους ὁμονοίας καὶ ἀγάπης

Ἐφραίμ ὁ Σύρος

Εσωτερικός αγώνας κατά των λογισμών και αυτεξούσιο του νου

Ανάδειξη της σημασίας του νοερού πολέμου κατά των κρυπτών παθών. Υπογραμμίζεται η ελευθερία της ανθρώπινης βούλησης και η δύναμη του νου να αποκρούει τη δαιμονική ενέργεια, απορρίπτοντας κάθε δικαιολογία περί αναπόδραστου καταναγκασμού στην αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Εἰσὶ δέ τινες λέγοντες τοῦτο, ὅτι ὁ Θεὸς μόνον καρποὺς φανεροὺς ἀπαιτεῖ παρὰ τοῦ ἀνθρώπου· τὰ δὲ κρυπτὰ ὁ Θεὸς φανεροῖ. Οὐχ οὕτω δέ ἐστι τὰ πράγματα, ἀλλ᾽ ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεταί τις, οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον· ἀπαιτεῖ γάρ σε ὁ Θεὸς ἵνα ὀργισθῇς σεαυτῷ, καὶ μάχην ποιήσῃς μετὰ νοός σου, καὶ μήτε συμφωνήσῃς, μήτε συνηδυνθῇς τοῖς λογισμοῖς τῆς κακίας. Λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακόν, καὶ τῷ ἀντιπαλαίοντι μάχεσθαι, Θεοῦ ἐστιν· εἰ γὰρ σὺ ἐδύνω τοῦτο ποιῆσαι, τίς χρεία λοιπὸν τῆς ἐλεύσεως τοῦ Κυρίου; Ὡς γὰρ οὐκ ἔστι τοῖς ὀφθαλμοῖς ἰδεῖν ἄνευ φωτός, ἢ λαλεῖν ἄνευ γλώσσης, ἢ ἀκούειν ἄνευ ὠτός, ἢ περιπατεῖν ἄνευ ποδός, ἢ ἐργάζεσθαι ἄνευ χειρῶν, οὕτως οὐ δύναταί τις ἄνευ Κυρίου Ἰησοῦ σωθῆναι, ἢ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Εἰ δὲ λέγεις ἐν τοῖς φαινομένοις, οὐ πορνεύω, οὐ μοιχεύω, οὐκ εἰμὶ φιλάργυρος, τὸ λοιπὸν δίκαιός εἰμι, πεπλάνησαι ἐπὶ τούτῳ, νομίσας ὅτι πάντα ἐξετέλεσας. Οὐκ εἰσὶν οὖν μόνον τρία μέλη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία. Εἰπὲ γάρ μοι· ἡ ἀφοβία, ἡ τύφλωσις, ἡ ἀπιστία, τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις, πόθεν εἰσίν; Οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην ἐν τοῖς λεληθόσι καὶ ἐν τοῖς λογισμοῖς; Ὥσπερ γάρ, ἐὰν ᾖ λῃστὴς ἐν σκηνῇ, λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἀφίει σε ἀμεριμνεῖν· ἄρχεις δὲ καὶ σὺ ἀντιπίπτειν αὐτῷ, λοιπὸν δέρεις· δέρειν καὶ αὐτὸς ἐπιχειρεῖ· οὕτω καὶ ἡ ψυχὴ ὀφείλει ἀντιπίπτειν καὶ δέρειν καὶ ἀντιμάχεσθαι. Λαμβάνει πληγὰς καὶ δίδωσι· κρούεται καὶ ἀντικρούει. Λοιπὸν ἡ προαίρεσις [καὶ] ἀντιμαχομένη καὶ ἔχουσα πόνον καὶ θλῖψιν, ἄρχεται περικόπτειν, καὶ μετὰ πολλοῦ καμάτου ἄρχεται ἡ ψυχὴ ἀνωτέρα γίνεσθαι. Πίπτει, ἐγείρεται. Οἰκοδομεῖ Σατανᾶς κατὰ τῆς ψυχῆς, καταστρέφει καὶ ἡ ψυχή. Πάλιν συμβαίνει ὅτι ἡ ἁμαρτία εἰς δέκα καὶ εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχήν, καὶ ῥίπτει· ὁμοίως καὶ ἡ ψυχὴ διὰ χρόνον εἰς μίαν διαγωγὴν νικᾷ τὴν ἁμαρτίαν. Πάλιν, ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν καὶ αὐξάνεσθαι καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας.

Ἀλλ᾽ ὅμως εἰ καὶ ἐν τούτοις ἐξετάζεται ἀκμὴν ἡ ἁμαρτία, ἀλλ᾽ οὖν οὐ καταστρέφει τὸν ἄνθρωπον, ἕως ἂν φθάσῃ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ νικήσῃ τὸν θάνατον· γέγραπται γάρ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Καὶ οὕτως ἀνώτερος γίνεται καὶ νικητὴς τοῦ θανάτου. Εἰ δέ, καθὼς προείπαμεν, λέγει τις, οὐ πορνεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ· ἀρκεῖ μοι· οὗτος τρία μέρη ἠγωνίσατο, καὶ εἴκοσιν ἀπέχεται. Ἡ ἁμαρτία κατὰ πάσης τῆς ψυχῆς οὐκ ἠγωνίσατο, ἀλλ᾽ ἡττήθη πολλάκις.

Ὀφείλει οὖν εἰς πάντα ἀγωνίζεσθαι καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολλάκις εἴπαμεν, ἀντίπαλός ἐστι καὶ ἔχει ἔσωθεν δύναμιν πρὸς τὴν ἁμαρτίαν ἀντιλέγειν, καὶ ἐναντιωθῆναι τοῖς λογισμοῖς. Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν δύναμιν, καὶ βασιλεύειν τὸ ὅλον κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖς τὸν Θεὸν κατακρίνοντα τὴν ἀνθρωπότητα.

Διατί ὑπήκουσας τῷ Σατανᾷ, ὁπότε ἰσχυρότερος [ἐστι], καὶ ἀναγκαστική τις δύναμις, ὑπόστασιν μειζονοτέραν καὶ ἰσχυροτέραν αὐτὸν τῆς ψυχῆς ἐποίησας, καὶ ἐντέλλῃ μοι τούτῳ με ὑπακούειν; Ὅσπερ ἦν νεανίσκος καὶ ἔχει μάχην * κατακρίνεται σπουδίον, διότι ἡττήθῃ; Τοῦτο πολλῆς ἀδικίας ἐστίν!

Ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόρροπον· καὶ ἡ ψυχὴ ἐπιζητοῦσα τὸν Θεὸν τυγχάνει βοηθείας καὶ ἀντιλήψεως, καὶ καταξιοῦται ἀπομετρώσεως· ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται.