Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ στόματος νόσου καὶ περὶ κακῶν παθῶν

Ἐφραίμ ὁ Σύρος

Πνευματικός αγώνας, θεία πρόνοια και τα όπλα της αρετής

Η ισοδυναμία των λογισμών με τις πράξεις, τα θεραπευτικά μέσα που παρέχει ο Δημιουργός για την αντιμετώπιση των παθών, η οπλοφορία των αρετών και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Καὶ καθάπερ εἰσελθὼν ὁ λόγος τάξιν ἔσχεν ὡς ἐπὶ γεννήσεως τῶν πρωτοτοκίων, οὕτως καὶ ἡ λοιδορία δύναται εἰσερχομένη φονέως ἀποπληρῶσαι τὴν ἐνέργειαν. Ἱκανὴ πάλιν ἡ γλῶσσα ἐπὶ τοῦ ξίφους ἀδικῆσαι οὐκ ἔλαττον, καὶ δύναται ὁ ἀκάθαρτος λογισμὸς τάξιν ἐπέχειν μοιχείας, καὶ ἰσχύει ἡ κεκρυμμένη εἰρωνεία ἴσως τῇ παγίδι ἐπιβουλεῦσαι, καὶ δύναται ἡ οὐκ ἀγαθὴ συμβουλὴ γενέσθαι τοῖς ἀνεχομένοις κωνείου χείρων. Εἰ γὰρ ὁ Ἠσαῦ τῷ λόγῳ ἀποδυσάμενος ἀπώλεσεν αὐτοῦ τὴν πρωτοτοκίαν, πολλῷ μᾶλλον ὁ ἀχρεῖος εὐκόλως ἀποβάλῃ τὴν σωφροσύνην. Τὸ ψεῦσμα ἐπενδυσάμενός τις ἀποβάλλει τὴν τοῦ ἐπαγγέλματος ἀλήθειαν, καὶ ὁ ἀρνούμενος διὰ τῶν ῥημάτων τὴν πίστιν σκότος γίνεται ἀποδυσάμενος τὰ τῆς πίστεως· καὶ ὁ πιστὸς ὡσαύτως διὰ ῥημάτων δεχόμενος ἐνδύεται τὴν πίστιν. Ὁ μεταξὺ πολιτευόμενος λόγος δύναται παραστῆσαι τοῦ ἔργου τὴν ἐνέργειαν· δύναται ἡ σκέψις ἡ πονηρὰ πρᾶξις χαλεπὴ ὀφθῆναι καὶ δύναται τὸ οὐκ ἀγαθὸν βλέμμα ἔργον πονηρὸν ἐργάσασθαι· δύναται ἡ ἄλογος βασκανία βέλους οὐχ ἧττον ἀδικῆσαι· δύναται ἡ διαβολὴ βόθρους ἀπωλείας ὀρύξαι. Φύγωμεν τὴν οὐκ ἀγαθὴν μελέτην· ἡ γὰρ μελέτη ἴσως τῇ πράξει κρίνεται. Προσέλθωμεν τῇ ἀγαθῇ πράξει, ἀπολαμβανούσῃ τὸν μισθὸν ἔργοις παρὰ τῷ ἐκζητοῦντι τὰς βουλὰς τῶν καρδιῶν. Ἡ βουλὴ ἔργον ἐστίν· ἵδρυται γὰρ ὁ τῆς αὐτεξουσιότητος ἡμῶν λόγος ἐν αὐτῇ τῇ τὰ πάντα πραττούσῃ.

Ἑκάστῳ δὲ πράγματι ἐστί τι ἐναντίον. Ἀντίκειται τῷ σκότει τὸ φῶς, τῷ πικρῷ τὸ γλυκύ, τῷ ὕπνῳ ἡ ἀγρυπνία. Ὁ ταῦτα δημιουργήσας, οὗτος οὐκ εἴασέ τι [ἐναντίον], ὃ οὐ συνέζευξεν ἀντιπάλῳ. Εἰ γὰρ ἄνθρωπος θνητὸς τεχναζόμενος κατασκευάζει ἀντιλήψεις πρὸς τὰ ἐναντία καὶ ἀναπαύσεις πρὸς τὰς θλίψεις καὶ χρήσεις πρὸς τὰς θεραπείας, πρὸς τὴν θάλασσαν ἁρμοδίως καὶ πρὸς τὴν ξηρὰν ὁμοίως, καὶ ἑκάστῳ κέχρηται συνετῶς κατὰ τὸν ἴδιον καιρόν, καὶ πρὸς τὰ πάθη εὐάρμοστα φάρμακα, πόσῳ μᾶλλον ὁ δημιουργὸς μετρήσας συνέκρινε πρὸς ἄλληλα τὰ πράγματα καὶ τοπικῶς ἔθετο τὰ κτίσματα, καὶ σταθμίσας δέδωκεν ἀντιλήψεις, καὶ συναγαγὼν συνέζευξεν, ἵνα ἑκάτερα ἕξει τις κατ᾽ ἀλλήλων.

Ἔχεις οὖν ὅπλα, ὦ ἄνθρωπε, κατὰ παντὸς ἐναντίου. Ἐὰν δὲ τούτων ἁπάντων τῶν δοθέντων σοι πρὸς βοήθειαν ἀμελήσας ὀφθήσῃ ἡττώμενος, ἁπάσης ἀπολογίας ἐκτὸς εἶ ἐν τῇ κρίσει. Ἔχεις γὰρ ὅπλα διάφορα πρὸς τὰς μηχανὰς τοῦ ἀντιπάλου. Ἐὰν πέμψῃ ὁ Ἐχθρὸς τὰ πεπυρωμένα βέλη αὐτοῦ εἰς ἡμᾶς, ἔχομεν καὶ ἡμεῖς ἀσπίδα ἀκαταμάχητον τὴν εὐχήν· ἐὰν κινήσῃ καθ᾽ ἡμῶν τὸν τῶν ἡδονῶν πόλεμον, παρασκευάσωμεν κατ᾽ αὐτοῦ τὴν ἀγάπην τῆς ψυχῆς σύμμαχον· ἐὰν ἐπιχειρήσῃ αἰχμαλωτίσαι τῇ ἀδικίᾳ, προσφύγωμεν τῇ δικαιοσύνῃ, καὶ σῳζόμεθα· ἐὰν τιτρώσκειν σε βουληθῇ τῇ μισανθρωπίᾳ, ἀπάντησον αὐτῷ τῇ δυναστείᾳ τῆς φιλανθρωπίας· ἐὰν πολεμῇ σε τῇ ὑπερηφανίᾳ, σύμβαλε αὐτῷ τῇ ταπεινοφροσύνῃ· ἐὰν κινήσῃ πρὸς σὲ τὴν τοῦ σώματος ἐπιθυμίαν, περιβαλοῦ θᾶττον τὸν θώρακα τῆς σωφροσύνης· βολίδας ἐὰν ῥίψῃ ἀσελγείας καθ᾽ ἡμῶν, ἀναλάβωμεν τὴν περικεφαλαίαν τῆς ἁγνείας κατ᾽ αὐτοῦ.

Ἐὰν πλοῦτον προβάληται, ἔχομεν τὸν μακαρισμὸν τῆς πενίας· τῇ ἀσωτίᾳ ἐὰν παλαίσῃ, πτέρυγας ποιήσωμεν ἡμεῖς τὴν νηστείαν, καὶ ὅτι ὁ ζῆλος καταστροφῆς αἴτιος ὑπάρχει, πρόσεστιν ἀγάπη, ἐὰν θέλωμεν, δυναμένη διορθώσασθαι καὶ οἰκοδομῆσαι· καὶ ὅτι βέλη τῶν ἐχθρῶν ἡμῶν παράκειται, βέλη καὶ τῇ ἡμετέρᾳ ἀδυναμίᾳ παράκειται· ἐὰν ἡμᾶς διώκῃ ὡς ὁ Φαραώ, ἔστιν ἡ θάλασσα ἡ δυναμένη αὐτὸν καταποντίσαι· ἐὰν κρύψῃ παγίδας ἐν τῇ γῇ, ἔστιν ὁ ῥυόμενος ἡμᾶς ἐν τῷ οὐρανῷ· ἐὰν ὁρμᾷ καθ᾽ ἡμῶν, ὡς ὁ Γολιάθ, ἔστι Δαυὶδ ὁ δυνάμενος αὐτὸν ταπεινῶσαι· ὡς Σισάρα ἐὰν τυφωθῇ, διὰ τῆς ἐκκλησίας ἀναιρεῖται· κατὰ τοῦ Σενναχειρὴβ ἐὰν πολεμαρχήσῃ, διὰ σάκκου καὶ σποδοῦ ἀναλίσκεται· τὸν βαβυλώνιον ἐὰν μιμήσηται, εἰσὶν ἅγιοι κατὰ τὸν Δανιήλ· κατὰ τὸν Νεεμὰν ἐὰν ὑψωθῇ, εἰσὶ νηστευταὶ καθελεῖν αὐτὸν δυνάμενοι· τὴν φλόγα τῆς ἐπιθυμίας ἐὰν ἐξάψῃ, εἰσὶ σώφρονες μιμηταὶ τοῦ Ἰωσήφ. Ποῖον δὲ δρᾶμα αὐτοῦ οὐ λυθήσεται παρ᾽ ἡμῶν; Ποῖον ἐπάγει πάθος, οὗ τὸ φάρμακον οὐκ ἔστιν εὐτρεπισμένον; Ποῖον κίβδηλον κατασκευάζει, οὗ οὐκ ἔστι χωνευτήριον πρὸς ἔλεγχον; Ποίαν κέκτηται βλάβην, ἧς οὐκ ἔχομεν ἀντίπαλον; Ποίας παγίδας κρύπτει, ὧν ἡ γνῶσις ἡμᾶς λανθάνει; Ποίαν μηχανὴν κατεσκεύασεν, ἣν οὐ καθεῖλον καὶ ἰδιῶται; Ποῖον ἔσχεν ὀχύρωμα, οὗ οὐ περιεγένοντο καὶ γυναῖκες; Ποίαν κάμινον ἐσκεύασεν, ἣν οὐκ ἔσβεσαν πιστοὶ νέοι;

Ποῖον λάκκον ὤρυξεν, οὗ οὐ κατεφρόνησαν οἱ περὶ τὸν Δανιήλ; Ποῖον ἔδεσμα ἡτοίμασεν, ὃ οὐκ ἐξουδένωσαν οἱ περὶ τὸν Ἀνανίαν; Ἔσπειρεν ὁ Ἐχθρὸς τὴν ὑπερηφανίαν, καὶ ἐπάτησεν αὐτὴν ἡ τοῦ Μωσέως ταπεινοφροσύνη. Τῷ χρυσῷ Νεεμὰν ἐκολάκευσε, καὶ καταφρονήσας ἀπεσόβησεν αὐτὸν ὁ Ἐλισαῖος. Σίμων προσήγαγε χρήματα, καὶ ὁ Πέτρος ἐξήνεγκε κατ᾽ αὐτοῦ τὴν ἁρμόττουσαν ἀπόφασιν. ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.