Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ τυφλοῦ πηρώσεως

Ἐφραίμ ὁ Σύρος

Η πανουργία της υπερηφάνειας και το θεμέλιο της ταπεινοφροσύνης

Ανάλυση της μεθοδολογίας με την οποία το πάθος της υπερηφάνειας προσβάλλει τις αρετές και ανάδειξη της ταπεινοφροσύνης ως του θεμελιώδους όπλου αντιμετώπισής του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Πρὸς καθαίρεσιν ὑπερηφανίας Ματαία πᾶσα ἄσκησις, πᾶσα ἐγκράτεια, πᾶσα ὑποταγή, πᾶσα ἀκτημοσύνη καὶ πᾶσα πολυμάθεια ταπεινοφροσύνης ἐστερημένη. Ὥσπερ γὰρ ἀρχὴ καὶ τέλος τῶν ἀγαθῶν ὑπάρχει ἡ ταπεινοφροσύνη, οὕτως ἀρχὴ καὶ τέλος κακῶν ὑπάρχει ἡ ὑψηλοφοσύνη. Πολύτροπον δὲ καὶ πολύμορφόν ἐστι τοῦτο τὸ ἀκάθαρτον πνεῦμα.

Ὅθεν καὶ πάντων κατακυριεύειν ἀγωνίζεται καὶ ἕκαστον, δι᾽ ἧς μετέρχεται μεθόδου, ἐν αὐτῇ ἵστησιν αὐτῷ τὴν παγίδα. Τὸν σοφὸν διὰ τῆς σοφίας· τὸν ἰσχυρὸν διὰ τῆς ἰσχύος· τὸν πλούσιον διὰ τοῦ πλούτου· τὸν εὔμορφον διὰ τοῦ κάλλους· τὸν εὔλαλον διὰ τῆς λαλιᾶς· τὸν εὔφωνον διὰ τῆς καλλιφωνίας· τὸν εὔτεχνον διὰ τῆς εὐτεχνίας· τὸν εὔστροφον διὰ τῆς εὐστροφίας. Ὁμοίως δὲ καὶ τοὺς πνευματικοὺς πειράζων οὐ παύεται. Τῷ μὲν ἀποτακτικῷ διὰ τῆς ἀποταγῆς· τῷ δὲ ἐγκρατεῖ διὰ τῆς ἐγκρατείας. Τῷ ἡσύχῳ διὰ τῆς ἡσυχίας· τῷ ἀκτήμονι διὰ τῆς ἀκτημοσύνης· τῷ πολυμαθεῖ διὰ τῆς εὐμαθείας· τῷ εὐλαβεῖ διὰ τῆς εὐλαβείας· καὶ τῷ γνωστικῷ διὰ τῆς γνώσεως· ἡ δὲ ὄντως γνῶσις τῇ ταπεινοφροσύνῃ συνέζευκται.

Οὕτως οὖν σπουδάζει εἰς πάντας ἐνσπεῖραι τὰ ἑαυτοῦ ζιζάνια. Διὸ ὁ Κύριος ἐπιστάμενος τὸ χαλεπὸν τούτου τοῦ πάθους (ὅτι ὅπου δ᾽ ἂν ῥιζώσῃ, ἀχρειοῖ ἐκεῖνον τὸν ἄνθρωπον σὺν τῇ ἑαυτοῦ ἐργασίᾳ) ἔδωκεν ἡμῖν τρόπαιον κατ᾽ αὐτοῦ, τὴν ταπεινοφροσύνην, εἰπών· ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν ποιήσητε, λέγετε, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν.