Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ τυφλοῦ πηρώσεως

Ἐφραίμ ὁ Σύρος

Βιβλικά πρότυπα ταπεινώσεως στην Παλαιά και την Καινή Διαθήκη

Αναίρεση των αφορμών υπερηφάνειας μέσω της προβολής υποδειγμάτων ταπείνωσης από την Παλαιά Διαθήκη, καθώς και του αποστόλου Παύλου, με αποκορύφωμα την άκρα συγκατάβαση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Τί οὖν ἐπισπώμεθα εἰς ἑαυτοὺς τὴν κουφότητα καὶ φρενοβλάβειαν, τοῦ Ἀποστόλου λέγοντος· εἰ δέ τις δοκεῖ τι εἶναι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν· τὸ γὰρ ἔργον αὑτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί οὖν ἀπατῶμεν ἑαυτούς, ἐπαιρόμενοι κατ᾽ ἀλλήλων, ὡς ἐπίδοξοι κατὰ κόσμον τοὺς μετριωτέρους ἐξουθενοῦντες; Εὑρίσκομεν γὰρ τὸν Κύριον διδάσκοντα, ὅτι τὰ ὑψηλὰ ἐν ἀνθρώποις βδελυκτὰ παρὰ τῷ Θεῷ. Ἀλλ᾽ ὡς ἐγκρατεῖς κατὰ τῶν ἀσθενεστέρων ἐπαιρόμεθα; Πάλιν ἐλεγχόμεθα ὑπὸ τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν. Ἀλλ᾽ ὡς περισσῶς κοπιῶντες ἐν τῇ διακονίᾳ, μέγα φρονοῦμεν κατὰ τῶν ἡσυχαζόντων; Ἀλλ᾽ εὑρίσκομεν τὸν Κύριον τὴν Μαρίαν ἐπαινοῦντα μᾶλλον, ὅτι τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἀλλ᾽ ὡς ἥσυχοι ἐπαιρόμεθα κατὰ τῶν περισπωμένων ἐν τῇ διακονίᾳ; Εὑρίσκομεν πάλιν τὸν Κύριον διδάσκοντα καὶ λέγοντα· οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ θεῖναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν. Ὥστε παντάπασι παραιτητέον τὴν ὑψηλοφροσύνην. Ἀλλ᾽ ὡς ἐν ἐρήμῳ τόπῳ καὶ ἐν κεκονιαμένοις καθεζόμενοι μεγαλοφρονοῦμεν;

Ἀλλ᾽ οὐδὲν ἡμᾶς ὀνήσει τὸ ἔργον τοῦ τόπου μὴ ἐργασαμένους ἐν ταπεινοφροσύνῃ, τοῦ Ἀποστόλου λέγοντος, μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ἀλλ᾽ ὡς ἐν λάκκῳ ἢ σπηλαίῳ οἰκοῦντες φυσιούμεθα; Σύμβολα ταῦτά ἐστι νεκρώσεως, καὶ τῶν γηΐνων πραγμάτων ἀμεριμνία. Ὃ οὖν ἐπελέξω σαυτῷ πρὸς κατόρθωσιν ἀρετῆς, μὴ ἔστω σοι εἰς ἔκπτωσιν ὑπερηφανίας· καὶ ὁμοιωθεὶς ἀσυνέτῳ χαλκεῖ τὸ ἑαυτοῦ ἔργον μὴ ἐπισταμένῳ, καὶ ἀντὶ βώλου σιδήρου ξύλον πειρωμένῳ πυρῶσαι. Δέον οὖν ἰσχυρῶς ἐπιλαβέσθαι τῆς ταπεινοφροσύνης. Ἀλλὰ πλούσιος εἶ, καὶ δικαίου μέτρα ἐπέχεις; Ἀλλ᾽ οὐκ ἀφίκου εἰς τὰ μέτρα τοῦ Ἀβραάμ, ὃς ἔλεγεν ἑαυτὸν γῆν καὶ σποδόν. Ἀλλὰ φροντίδα λαοῦ ἐγκεχείρισαι; Καὶ Μωυσῆς ἀνεδέξατο φροντίδα λαοῦ· μετὰ γὰρ τὸ πατάξαι τὸν Θεὸν τὴν Αἴγυπτον ἐν χειρὶ Μωυσῇ καὶ Ἀαρών, καὶ καταξηρᾶναι τὴν ἐρυθρὰν θάλασσαν, καὶ ἀβρόχως διαγαγεῖν τὸν Ἰσραήλ, καὶ διαπεράσαι αὐτοὺς ἐκείνην τὴν φοβερὰν ἔρημον, ἦλθον πλησίον ὁρίων Μωάβ, καὶ θεασάμενοι τὸ πλῆθος τοῦ λαοῦ οἱ Μωαβῖται, καθὼς γέγραπται, εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλείχει ὁ μόσχος τὸ χλωρὸν ἐκ τοῦ πεδίου.

Ἦν γὰρ ἡ ἐπίσκεψις τοῦ λαοῦ χωρὶς γυναικῶν καὶ παιδίων καὶ τῆς φυλῆς τῶν Λευϊτῶν, ὁ ἀριθμὸς αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐξ Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα· καὶ πάντων τούτων αὐτὸς ἦν ὁ ἡγούμενος· καὶ συνόμιλος τοῦ Θεοῦ γενόμενος, καὶ τὴν δόξαν Κυρίου θεασάμενος, οὐχ ὑψώθη τῇ καρδίᾳ, οὐκ ἠμέλησε τῆς ταπεινοφροσύνης.

Ὅθεν καὶ ἡ ἁγία Γραφὴ μαρτυρεῖ λέγουσα· καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Ἀλλ᾽ ὡραῖος εἶ τῷ εἴδει, καὶ τῇ δυνάμει ἰσχυρός, καὶ διάδημα περίκεισαι; Ἀλλ᾽ οὐκ ἀφίκου εἰς τὰ μέτρα τοῦ βασιλέως Δαυΐδ, ὃς ταπεινοφρονῶν ἔλεγεν· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. Ἀλλὰ γνῶσιν ἔχεις καὶ σοφίαν καὶ ἐγκράτειαν; Ἀλλ᾽ οὐκ ἀφίκου εἰς τὰ μέτρα τῶν τριῶν παίδων, καὶ τοῦ προφήτου Δανιήλ· ὧν ὁ μὲν ἔλεγε· σοί, Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη· οἱ δέ· ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.

Καὶ εἰ οἱ δίκαιοι τοσαύτην ἐπεδείξαντο ταπείνωσιν, ποταποὺς δεῖ εἶναι ἡμᾶς τοὺς ἁμαρτωλούς; Τὸ γὰρ ὑπεραίρεσθαι καὶ μέγα φρονεῖν, τῆς σαρκός ἐστι φρόνημα· καὶ κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου, εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατοῦτε, ζήσεσθε. Καὶ οὐ δυνατὸν τῶν παθῶν κατακρατεῖν, μὴ πρότερον τὴν ἀρετὴν κατορθωσάμενοι. Οὐκ ἀκήκοας δὲ οἷα ὑπέστη καὶ ὁ μακάριος Παῦλος ὑπὲρ τῆς εὐσεβείας; Γράφει γὰρ ἐν τῇ πρὸς Κορινθίους· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψῃ· ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· καὶ τὰ ἑξῆς. Ἆρα δυνάμεθα πρὸς ταῦτα ἀναχᾶναι;

Καὶ ὅρα ἀρετήν· μετὰ τοσούτους κινδύνους καὶ μετὰ τοσαῦτα κατορθώματα, ταπεινοφρονῶν ἔλεγεν· ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ταῦτα δὲ ἔλεγεν ἐξορίζων τὴν ἔπαρσιν, ἐπιστάμενος οἵαν ὀργὴν κατασκευάζει τοῖς ἐρασταῖς αὐτῆς. Τί δέ ἐστιν ὑψηλοφροσύνη; Ὅμοιόν ἐστι τὸ ἐπαίρεσθαι, ὡς τὸ ὀνειδίσαι Θεὸν ἐπὶ τοῖς ἰδίοις κατορθώμασι. Καθάπερ γὰρ εἰς τὰ ἀνθρώπινα, ἐάν τις δῷ δόμα τῷ πλησίον, ἄρξηται δὲ ὑπεραίρεσθαι κατ᾽ αὐτοῦ, αἱ μὲν χάριτες τούτου ἐκχυθήσονται καὶ τὴν φιλίαν διαλύσει τοῦ πλησίον. Ὅθεν βδελυκτός ἐστιν ὁ τοιοῦτος. Διὸ καὶ ὁ Κύριος καὶ κηδεμὼν τῆς ἡμετέρας ζωῆς, ξένους ἡμᾶς τούτου τοῦ ὀλεθρίου πάθους ποιῆσαι βουλόμενος, ἐδίδαξεν εἰπών· ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν ποιήσητε, λέγετε, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. Μὴ ποιησάντων δὲ ἡμῶν, οὐδὲ καλεῖσθαι δοῦλοι ἀχρεῖοι ἐσμὲν ἱκανοί· διότι μέγας ὁ Κύριος ἡμῶν καὶ μεγάλαι καὶ ἰσχυραὶ αἱ δωρεαὶ αὐτοῦ. Ἵνα δὲ μάθῃς ὅτι οὐ ταπεινολογεῖν μόνον ἐδίδαξεν ἡμᾶς ὁ Κύριος, ἀλλὰ καὶ ταπεινοφρονεῖν ἔργῳ ἡμᾶς ἐπαίδευσε, λέντιον περιζωσάμενος καὶ τοὺς τῶν Ἀποστόλων πόδας νιψάμενος. Διὸ λέγει· μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὅταν δὲ τὰ λυπηρὰ παρὰ γνώμην, ὡς κατὰ γνώμην, ὑπομείνῃς, τότε γίνωσκε σεαυτὸν εἰς μέτρα ἀνδρὸς ἐναρέτου καὶ ταπεινοῦ ἀφικέσθαι.