Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ τυφλοῦ πηρώσεως

Ἐφραίμ ὁ Σύρος

Εσχατολογική κρίση και δικαίωση των ταπεινών

Αναφορά στη μέλλουσα κρίση και τη δοκιμασία των έργων διά του πυρός, αντιπαραβολή της καταδίκης των υπερηφάνων με τη μακαριότητα των ταπεινών και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ὅταν οὖν ἀγωνισάμενος ἐξέλθῃς τῶν βιωτικῶν πραγμάτων, καὶ ἀφορισθῇς τῶν κλυδώνων τοῦ μοχθηροῦ βίου, τότε περισσοτέρως ἀγωνίζου τοῦ μὴ κοινωνεῖν τῷ ἀκαθάρτῳ πνεύματι τῆς ὑπερηφανίας, ὅπως σε εἰσδέξηται ὁ Κύριος.

Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Οὐκ ἐννοεῖ δὲ τὸ πῦρ ἐκεῖνο, δι᾽ οὗ μέλλομεν διέρχεσθαι; Ὅταν οὖν διελθόντες δι᾽ ἐκείνου τοῦ πυρός, φωραθῶμεν καθαροὶ καὶ ἄμεμπτοι, τότε ἐπιγνώσομεν ἑαυτούς, ὁποῖοί ἐσμεν. Ἡ γὰρ ἡμέρα δηλώσει ἑκάστου τὸ ἔργον, καθὼς γέγραπται· ὅτι ἐν πυρὶ δοκιμασθήσεται.

Δεηθῶμεν οὖν τοῦ Κυρίου ἐν ταπεινοφροσύνῃ πολλῇ, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ φόβου τοῦ μέλλοντος, καὶ ἀξιώσῃ ἡμᾶς τῆς ἁρπαγῆς ἐκείνης, ὅτε οἱ δίκαιοι ἁρπάζονται ἐν νεφέλαις εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ Βασιλέως τῆς δόξης, καὶ κληρονομήσωμεν μετὰ πραέων καὶ ταπεινῶν τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς γὰρ γέγραπται· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, οὕτως οὐαὶ τοῖς ὑπερηφάνοις καὶ ὑψηλόφροσιν, ὅτι αὐτῶν ἐστιν ἡ κάμινος τοῦ πυρός. Ἐν γὰρ τῇ ὑπερηφανίᾳ κατοικεῖ ὁ εἰπών· τῇ ἰσχύϊ ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι. Ἀλλὰ ἀποστελεῖ Κύριος ὁ Θεὸς Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Καὶ πάλιν· σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων οὐρανοῦ θήσω τὸν θρόνον μου, καθίσω ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν· ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Νυνὶ δὲ εἰς ᾅδου καταβήσει καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

Φύγωμεν τοιγαροῦν τὴν ὑπερηφανίαν, ἣν μισεῖ ὁ Κύριος· ἀγαπήσωμεν δὲ τὴν ταπεινοφροσύνην, ἐν ᾗ πάντες οἱ δίκαιοι εὐηρέστησαν τῷ Κυρίῳ. Μέγα γὰρ δῶρον ἡ ταπεινοφροσύνη· μεγάλη δόξα, μεγάλη προκοπὴ καὶ τιμὴ τοῖς κεκτημένοις αὐτήν. Ἔστι γὰρ ἐν αὐτῇ ἄπτωτος δρόμος καὶ ὁλόκληρος σοφία. Διὰ γὰρ τῆς ὑψηλοφροσύνης ἐταπεινώθη ἐκεῖνος ὁ Φαρισαῖος· καὶ διὰ ταπεινοφροσύνης ὑψώθη ὁ Τελώνης, μεθ᾽ οὗ ἀξιώσαι ἡμᾶς ὁ Κύριος τῆς ἀφθάρτου μερίδος σὺν πᾶσι τοῖς δικαίοις· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.