Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἁγίων τόπων
Το κάλλος της άνω Ιερουσαλήμ και η μακαριότητα των δικαίων
Περιγραφή των μακάριων τόπων, της αιώνιας ειρήνης και της ανάπαυσης των χορών των αγίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το κάλλος της άνω Ιερουσαλήμ και η μακαριότητα των δικαίων
Περιγραφή των μακάριων τόπων, της αιώνιας ειρήνης και της ανάπαυσης των χορών των αγίων.
Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλίψεις, καθὼς καὶ τὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται θησαυροὶ τῶν αἰωνίων ἀγαθῶν· ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων, ὡς νύμφη κεκαλλωπισμένη καὶ ὑποδεχομένη τοὺς ἐργαζομένους τὰς τοῦ Κυρίου ἐντολάς. Ἐκεῖ ἐν τῇ μακαρίᾳ γῇ τῶν πραέων, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου πάντα φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν ἢ ὁ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία καὶ μελάνωσις.
Ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἡ ἀνεκλάλητος· ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα· ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα οὔτε κλαυθμός. Ὅπου οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλ᾽ ὅλα ἐξ ὅλου χαρά, εἰρήνη, εὐφροσύνη. Ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως, ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῇ μεριζομένη πηγή, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, εἰς ἐκείνην τὴν μακαρίαν γῆν, τὴν τῶν καλῶν γεννημάτων εὔφορον, τὴν τὸ ξύλον τῆς ζωῆς κομῶσαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάρρυτον, ἐφ᾽ ἧς ἡ ἄμπελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸ Πνεῦμα ἀκούομεν. 〈Ἔνθα〉 ἡ ἀκήρατος ζωὴ καὶ τὸ ἄρρητον καὶ ἀκατονόμαστον ἀγαθόν. Ἔνθα τὸ ἀνέκφραστον ἐκεῖνο κάλλος. Ὅπου τὸ ἀληθινὸν φῶς καὶ ἡ πηγὴ πάσης τῆς ἀγαθότητος, ἡ ὑπερκειμένη τοῦ παντὸς ἐξουσία, τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἔνθα ἡ πόλις τοῦ Βασιλέως, περὶ ἧς δεδοξασμένα ἐλαλήθη. Ἔνθα ἦχος τῶν ἑορταζόντων. Ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
Ἐκεῖ, ἀδελφοί μου ἀγαπητοί, μεγάλαι δωρεαὶ καὶ ἀνείκαστος χαρὰ ἀνθρωπίνῳ στόματι λαληθῆναι μὴ δυναμένη. Ἐκεῖ μυριάδες Ἀγγέλων, πρωτοτόκων πανηγύρεις, Ἀποστόλων θρόνοι, Προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ ἐν πολλῇ δόξῃ ὑπάρχουσι καὶ πανηγύρει οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ χορεύουσι μετὰ τῶν Ἀρχαγγέλων οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι κατατήξαντες ἑαυτούς, καὶ ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἀποδέχεται εἰς τὰς αἰωνίους σκηνὰς τοὺς ὀρφανοὺς καὶ τὰς ὄντως χήρας. Ἐκεῖ πάσης ἀρχῆς καὶ ἐξουσίας ὁ μισθὸς ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται ἀρχιερέων καὶ ἱερέων καὶ διακόνων καὶ ὑποδιακόνων καὶ ἀναγνωστῶν, βασιλέων, ἀρχόντων, στρατιωτῶν, πλουσίων, πενήτων, παρθένων, μιγάδων, δούλων, ἐλευθέρων, χηρῶν καὶ ὀρφανῶν. Πάντων τούτων ἐκεῖ ἀπόκεινται οἱ μισθοὶ καὶ οἱ καρποὶ καὶ αἱ πράξεις. Ἕκαστος ὃ προέπεμψε, κατὰ τὸ γεγραμμένον, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Καὶ πάλιν ὁ Ἀπόστολος, ὅτι ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Καὶ ἀλλαχοῦ λέγει· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.