Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἁγίων τόπων

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε έργα αρετής και η θεία ανταπόδοση

Αναφορά σε συγκεκριμένες αρετές και κάλεσμα σε πνευματική εργασία, ανάλογα με τις δυνάμεις κάθε πιστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ταῦτα οὖν εἰδότες, σπείρωμεν ὧδε ἔργα δικαιοσύνης, καὶ σπείρωμεν ἐν χερσὶ τῶν πτωχῶν καὶ χηρῶν καὶ ὀρφανῶν, ἵνα ἐκεῖ θερίσωμεν ζωὴν τὴν αἰώνιον. Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν, καὶ προπέμψωμεν ἐκεῖ ἕκαστος τὸ κατὰ δύναμιν· ἐλεημοσύνην, συμπάθειαν, ξενοδοχίαν, μετάνοιαν, δάκρυα, νηστείαν, ἀγρυπνίαν, ἐγκράτειαν, προσευχήν, ψαλμῳδίαν, τὸ ἀλοιδόρητον, τὸ ἄμαχον, τῶν θλίψεων τὴν ὑπομονήν, χαμοκοιτίαν, παρθενίαν. Τὰ 〈δὲ〉 μείζονα πάντων, τὰ τρία ταῦτα· τὸ μὴ μιᾶναι τὴν πίστιν ἐν αἱρέσει, τὸ φιλόπτωχον, καὶ τὸ συγχωρεῖν τοῖς ἀδελφοῖς τὰ παραπτώματα καὶ [τὸ] μὴ ἔχειν ἔχθραν κατά τινος.

Ταῦτα καὶ τὰ τοιαῦτα, ἀδελφοί μου, ποιοῦντες, προπέμψωμεν ἕκαστος τὸ κατὰ δύναμιν· ὁ μὲν μίαν ἐντολήν, ὁ δὲ δύο, ὁ δὲ πέντε, ὁ δὲ δέκα, ὁ δὲ τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. Ὁ οὖν Θεὸς τῶν οἰκτιρμῶν, ὁ δεξάμενος τὰ δύο λεπτὰ τῆς χήρας, δέχεται παρ᾽ ἑκάστου καὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα, καὶ ἀποδίδωσιν ἑκάστῳ, καθὼς γέγραπται, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, μόνον μὴ παντελῶς τις ἄκαρπος εὑρεθῇ.