Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἑορτῶν

Ἐφραίμ ὁ Σύρος

Χριστιανικός τρόπος εορτασμού

Απόρριψη των κοσμικών και ειδωλολατρικών εθίμων, και προτροπή για καθαρά πνευματικό εορτασμό με συμμετοχή στη λατρεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ἑορτὴ καλὴ καὶ θεάρεστος μετάνοια μετὰ δακρύων. Ἑορτή, ἔνθα ὁ Κύριος συνεόρτασε. Θεὸς ὢν ἐπτώχευσε. Τὰς ἑορτὰς τοῦ Κυρίου τιμᾶτε. Σπουδαίως συντρέχετε ἑορτάζοντες μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ᾽ ὑπερκοσμίως· μὴ ἐθνικῶς, ἀλλὰ χριστιανικῶς. Μὴ πρόθυρα στεφανώσωμεν· μὴ χοροὺς συστησώμεθα· μὴ ἀγορὰς κοσμήσωμεν· μή τι αὐλοῖς καὶ κιθάραις τὴν ἀκοὴν ἐκθηλύνωμεν· μὴ ἱμάτια μαλακὰ περιβαλώμεθα· μὴ χρυσοῦ περιλάμψεσιν. Ὡς ὁ Δεσπότης ἐνετείλατο, ὅλως μὴ ἔχειν χαλκὸν εἰς τὰς ζώνας. Μὴ κώμοις καὶ μέθαις. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Μὴ ζημιωθῇς τὴν ἁγίαν λειτουργίαν διὰ τὴν ἀπλήρωτον κοιλίαν ἐν τῷ μαγειρείῳ ἀσχολούμενος· οὐ γὰρ οἶδας, εἰ ἀξιωθῇς ἰδεῖν ἄλλην λειτουργίαν. Ἀλλὰ ταῦτα παρῶμεν ἐκείνοις, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα.