Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἐπὶ ἀσελγείᾳ τὰς ψυχὰς δελεαζόντων, ὡς οὐδὲν κακόν ἐστιν

Ἐφραίμ ὁ Σύρος

Τελικές παραινέσεις, επίκληση του Μωσαϊκού Νόμου και έκκληση σε μετάνοια

Επισφράγιση του ελέγχου μέσω του Μωσαϊκού Νόμου, προτροπές για πνευματική εγρήγορση και καταληκτήριο κάλεσμα σε μετάνοια προς αποφυγή της μελλοντικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Γέγραπται δὲ καὶ ἐν τῷ νόμῳ Μωυσέως, ὃς ἐὰν κοιμηθῇ μετὰ ἄρρενος κοίτην γυναικός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσιν. Ἰδοὺ ἐξήλεγκται καὶ διαπέπτωκεν ὁ ληρώδης αὐτῶν λόγος. Μὴ οὖν ἀπατάτωσαν οἱ ἐν ἀσωτίᾳ ζῶντες σέ, μηδὲ οἱ ἐν ὑποκρίσει δελεάζοντες ψυχὰς ἀστηρίκτους.

Ἀλλὰ τούτους ὅρα, καὶ τὸν βίον διαμιμοῦ τῶν ἐν φόβῳ, συνειδήσει ἀγαθῇ, λατρευόντων τῷ Κυρίῳ. Ἐγὼ δὲ οὐχ ὡς δίκαιον ἐμαυτὸν συνιστῶν καὶ ἄμεμπτον ἐν τοῖς ἔργοις ταῦτα λαλῶ πρὸς σέ· εἰμὶ γὰρ κατεγνωσμένος τοῖς ἔργοις καὶ ἀτιμίας πλήρης. Ἀλλὰ μνήμην λαβὼν τῶν ὑπὸ σοῦ ῥηθέντων, καὶ ἡλίκοις κινδύνοις περιπίπτουσιν οἱ νεόφυτοι ἐκ συναναστροφῆς ἀθέσμου καὶ ἀκρίτου συγκαταβάσεως, τούτου χάριν ἠναγκάσθην τούτοις χρήσασθαι τοῖς λόγοις.

Χρὴ γὰρ πάντα Χριστιανόν, μᾶλλον δὲ πάντα ἄνθρωπον, τρέμειν καὶ ἀγωνιᾶν περὶ τῆς τοῦ πλησίον σωτηρίας, καθότι μέλη ἐσμὲν ἀλλήλων. Ἐξαιρέτως δὲ χρὴ ἀσκανδαλίστους διαφυγόντας πρὸς Κυρίον, δεδιότας τὴν ἀπειλὴν τοῦ εἰπόντος· ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Χρὴ οὖν ἐγρηγορέναι, καὶ νήφειν, καὶ νουθετεῖν, καὶ παρακαλεῖν εἷς τὸν ἕνα, πρὶν ἡμᾶς καταλάβῃ τὰ κακά. Ὥσπερ γὰρ οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν, οὕτως οἱ σπείροντες εἰς τὴν σάρκα ἑαυτῶν, ἐκ τῆς σαρκὸς θεριοῦσι φθοράν· καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Κυρίῳ.

Πρόσχωμεν οὖν ἑαυτοῖς, μετὰ δακρύων μετανοοῦντες τῷ Κυρίῳ, ἵνα ῥυσθῶμεν τοῦ φόβου ἐκείνου τοῦ μέλλοντος. Ἀκούομεν γὰρ τοῦ Προφήτου λέγοντος· τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; Καὶ πάλιν λέγει· καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Προσεύχου δὲ περὶ ἐμοῦ, παρακαλῶ, ὅπως κἀγὼ καταξιωθῶ ποιῆσαι καρπὸν εὐπρόσδεκτον τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ἀμήν.