Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἐπὶ ἀσελγείᾳ τὰς ψυχὰς δελεαζόντων, ὡς οὐδὲν κακόν ἐστιν

Ἐφραίμ ὁ Σύρος

Το προφητικό καθήκον της νουθεσίας και η προφύλαξη από τους δόλιους πειρασμούς

Αναφορά στην ευθύνη προειδοποίησης των ανόμων και συμβουλές για εγρήγορση έναντι των υποκριτών και των φιλήδονων που παρασύρουν στην αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Περὶ τῶν δελεαζόντων ψυχὰς πρὸς ἀσέλγειαν, ἐν τῷ λέγειν, ὅτι οὐδέν ἐστι τὸ πρᾶγμα Τῷ προφήτῃ Ἰεζεκιὴλ εἶπεν ὁ Θεός· καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἐὰν ἀκούσῃς ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃς αὐτοῖς παρ᾽ ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ, καὶ οὐ διεστείλω, οὐδὲ ἐλάλησας τοῦ διαστεῖλαι τῷ ἀνόμῳ τοῦ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ.

Ταῦτα δὲ ἀκούοντες, ἀγαπητοί, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργασώμεθα, μὴ περικακοῦντες πρὸς νουθεσίαν ἀλλήλων, μὴ τὰ πρὸς χάριν ἡδονῆς διαλεγόμενοι ἀλλήλοις, ἀλλὰ τὸ συναρμόζον τῇ ἑκάστῳ ἡμῶν σωτηρίᾳ· ἐν τούτοις γὰρ εὐδοκεῖ ὁ Κύριος.

Ὁ γὰρ Ἐχθρὸς οὐκ ἠρεμεῖ ἐφαπλῶν τὰς ἰδίας παγίδας. Ἀναγκαῖον οὖν καὶ ἡμᾶς μὴ ἀμελεῖν τῆς ἐν ἀλλήλοις ἀγάπης. Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς συντρίψαι αὐτοῦ τὰς παγίδας καὶ ῥύσασθαι ἡμᾶς τῆς ἐκείνου κακουργίας. Ἐμοῦ δὲ ἡ καρδία ἀλγεῖ καὶ τὰ ἐντός μου ἐστράφη ἐν ἐμοί, περὶ ὧν ἀκήκοε τὸ οὖς μου.

Ὅθεν ἀδελφικὴν συμβουλίαν ἄρχομαι πάλιν ποιεῖσθαι πρὸς σέ. Μή σε ἀπατάτωσαν ἄνδρες φιλήδονοι καὶ ἀπονενοηκότες τῆς ἑαυτῶν ψυχῆς πράττειν ἔργα δυσσεβείας· αὐτοὶ γάρ εἰσιν οἱ ἀπόγονοι Σοδόμων. Ὧν γάρ τις τὰ ἔργα ζηλοῖ, ἐξ ἀνάγκης τούτων υἱὸς κληθήσεται.

Φεῦγε τοίνυν τὴν τούτων ἐργασίαν καὶ μίμησιν, ἵνα σὺν τῷ κρίματι καὶ τὴν ἐπωνυμίαν διαδράσῃς. Δεινοὶ γάρ εἰσι τῇ προαιρέσει, καὶ πικροὶ τοῖς τρόποις, οἱ χαλεποὶ κόλακες. Οἱ μὲν προφανῶς ἀπατᾶν σπουδάζουσιν, οἱ δὲ καὶ εὐλάβειαν ὑποδύονται καὶ ταπείνωσιν ὑποκρίνονται, κατὰ τὸ γεγραμμένον· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὅθεν καὶ διὰ τὸ μὴ ἐλεγχθῆναι ὑπὸ τῆς τεκνογονίας, κυβείᾳ κέχρηνται ταῖς ἡδοναῖς· ἀφῄρηται γὰρ ἀπ᾽ αὐτῶν ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ ἐπίγνωσις αὐτοῦ, καὶ οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Καὶ τὸ μέγα καὶ βαρὺ τοῦτο ἀσέβημα σφόδρα κατευτελίζουσιν, ἵνα πάντα ἄνθρωπον ἀγρεύσωσι πρὸς παράβασιν ἐντολῶν Θεοῦ. Ὃν τρόπον γὰρ οἱ βουλόμενοι ἀνελεῖν λέοντα, μετὰ τὸ ὀξύναι τὸ δόρυ ἐπιχρίουσι μέλαν τὸν σίδηρον πρὸς τὸ ἀμαυρῶσαι τὸ στίλβον, καὶ οὕτω καιρίαν τὴν πληγὴν αὐτῷ διδοῦσιν, οὕτω καὶ οὗτοι διὰ τοῦ κατευτελισμοῦ καὶ κολακείας ἀνόμου προσκαλοῦνται τοὺς ὑπηκόους ἐπ᾽ ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς.

Καὶ ὥσπερ ἐκ φωλεοῦ τινος ἐκπορεύεται πλῆθος ἰοβόλων θηρίων, οὕτω καὶ ἐκ καρδίας τῶν τοιούτων ἀνθρώπων ἐκπορεύεται πλῆθος διαλογισμῶν πονηρῶν· καρδία γάρ, φησί, διεστραμμένη τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ.