Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἐπὶ ἀσελγείᾳ τὰς ψυχὰς δελεαζόντων, ὡς οὐδὲν κακόν ἐστιν

Ἐφραίμ ὁ Σύρος

Η θεία κρίση των σαρκικών αμαρτημάτων και των διαφθορέων

Το παράδειγμα της καταστροφής των Σοδόμων από το βιβλίο της Γένεσης και η αυστηρή καταδίκη όσων παραπλανούν τους πιστούς στην ασέλγεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου. Καὶ εἰ ἐπὶ γυναικῶν τοσαύτη ἡ ἀποτομία, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀλλήλοις κατεργαζομένων τὴν ἀσχημοσύνην μεῖζον καὶ φοβερώτερον τὸ κρῖμα τῆς ὀργῆς. Ἀλλ᾽ ἴσως ἐλθών τις λέξει· καὶ πόθεν τούτων ἡ ἀπόδειξις; Ἐκ τῶν θείων Γραφῶν παραστήσω σοι. Γέγραπται ἐν τῇ Γενέσει· Ἀβραὰμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν γῇ τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις.

Οἱ δὲ ἄνθρωποι ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Νόει οὖν τὴν δύναμιν τοῦ λόγου, ὅτι πονηροὺς καὶ ἁμαρτωλοὺς ἀποφηνάμενος τούτους οὐκ ἐπαύσατο ἄχρι τούτου, ἀλλὰ προσέθηκεν εἰπών, σφόδρα.

Καὶ πάλιν λέγει· τῷ δὲ Ἀβραὰμ εἶπε Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· δεικνὺς διὰ τούτων τὸ χαλεπὸν καὶ μυσαρὸν καὶ βαρὺ τῆς τῶν ἀνθρώπων ἐκείνων παρανομίας. Τίνι οὖν δεῖ πείθεσθαι; Τῇ θείᾳ Γραφῇ ἢ ἀνθρώποις φιληδόνοις καὶ ἀπεστερημένοις τῆς ἀληθείας; Οἱ γὰρ φιλήδονοι ἀναισχύντῳ προσώπῳ πρὸς ἀλλήλους ἐροῦσι· οὐ κρινεῖ ὁ Θεὸς ταῦτα, σωματικὰ γάρ εἰσι. Ταῦτα δὲ προβάλλονται, ὅπως τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ φόβον περιαροῦσι τῆς τοῦ πλησίον καρδίας, ἵν᾽ οὕτως ἀφόβως καὶ ἀνεπισχέτως τὰς ὀρέξεις αὐτῶν κατεργάζωνται, καὶ μὴ ᾖ ὁ διελέγχων.

Πόσους ἐπλάνησαν οἱ λόγοι οὗτοι; Πόσους διέφθειραν; Πόσους ἀπώλεσαν; Καὶ πῶς μὲν ὁ διολισθήσας περὶ ἑαυτοῦ ἔχει τὸν κίνδυνον, ὁ δὲ καὶ ἑτέρους ἀναπείθων, καὶ ἐξέλκων τῆς εὐσεβείας, καὶ κατὰ κρημνοῦ φέρων ἀνίλεως αὐτῷ ἡ κρίσις, κατὰ τὸ γεγραμμένον; Οὗτοι τοὺς ἀληθεῖς καὶ ἀψευδεῖς λόγους τοῦ Κυρίου ψευδηγορεῖν κατατολμῶσι, βλασφημοῦντες διὰ τὰς ἑαυτῶν ἐπιθυμίας.