Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν μακαρίων μονῶν

Ἐφραίμ ὁ Σύρος

Η κατά μέτρο απόλαυση της χάριτος στον μέλλοντα αιώνα

Ανάπτυξη του τρόπου με τον οποίο οι δίκαιοι μετέχουν στο φως αναλόγως της δεκτικότητάς τους και ανασκευή της άποψης περί μέσης καταστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Καθάπερ ἕκαστος τὰς τοῦ αἰσθητοῦ ἡλίου 〈ἀκτῖνας〉 κατὰ τὴν καθαρότητα τῆς ὀπτικῆς δυνάμεώς τε καὶ ἀντιλήψεως κατατρυφᾷ, καὶ καθάπερ ἑνὸς λύχνου ἑνὶ οἴκῳ διαυγάζοντος, οὕτω διαφόρως ἑκάστη ἡ αὐγὴ γίνεται, τοῦ φωτὸς μὴ μεριζομένου εἰς πολλὰς λαμπηδόνας, οὕτως ἐν τῷ μέλλοντι αἰῶνι οἱ δίκαιοι πάντες αὐλίζονται ἐν μιᾷ χαρᾷ ἀδιαιρέτως· ἕκαστος δὲ κατὰ τὸ ἑαυτοῦ μέτρον ἐξ ἑνὸς νοητοῦ ἡλίου αὐγάζεται, καὶ κατ᾽ ἀξίαν ἕλκει τὴν χαρὰν καὶ τὴν εὐφροσύνην, ὡς ἐξ ἑνὸς ἀέρος καὶ τόπου καὶ καθέδρας καὶ θεωρίας καὶ σχήματος. Οὐ θεωρεῖ τις τὰ μέτρα τοῦ ὑπερέχοντος, οὐδὲ τοῦ ὑποδεεστέρου, ἵνα μή, ὁρῶν τὴν ὑπερβάλλουσαν χάριν τοῦ ἑταίρου αὐτοῦ καὶ τὸ ἑαυτοῦ ὑστέρημα, γένηται αὐτῷ ταῦτα λύπης καὶ ἀδημονίας αἴτια. Μὴ γένοιτο τοῦτο εἶναι, ὅπου οὐκ ἔστι λύπη οὐδὲ στεναγμός, ἀλλ᾽ ἕκαστος κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν, κατὰ τὸ μέτρον αὐτοῦ, ἔσωθεν εὐφραίνεται. Μία δὲ ἡ θεωρία ἔξωθεν τῶν πάντων ἐστὶ καὶ μία ἡ χαρά, καὶ χωρὶς τῶν δύο τούτων τάξεων οὐκ ἔστιν ἄλλη μεσιτεύουσα τάξις· λέγω δὴ μίαν μὲν τὴν ἄνω, ἑτέραν δὲ τὴν κάτω, μέση δὲ τούτων ἡ ποικιλία τῆς διαφορᾶς τῶν ἀμοιβῶν. Εἰ δὲ ἀληθὲς τοῦτο, καθὼς καὶ ἀληθές ἐστι, τί ἀφρονέστερον ἢ ἀνοητότερον τῶν λεγόντων, ὅτι ἀρκετόν μοι τῆς γεέννης ἐκφυγεῖν, τὸ δὲ εἰσελθεῖν εἰς τὴν βασιλείαν οὐ μέλει μοι;