Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ὀκτὼ πονηρῶν λογισμῶν

Ἐφραίμ ὁ Σύρος

Οδηγίες για τον μοναχικό βίο και τον πνευματικό αγώνα

Πρακτικοί κανόνες συμπεριφοράς για την ασκητική πολιτεία, αναφορά στη στενή οδό της αρετής και περιγραφή των δαιμονικών επιβουλών που προκαλούν σύγχυση στο μοναχικό έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Καὶ δέχεταί σε ὁ Θεός. Μὴ ἀγαπήσῃς ἀπέρχεσθαι εἰς τὰς πόλεις. Ἐὰν γὰρ μὴ ἴδῃς πονηρά, ἔση καθαρός. Μὴ πίνε οἶνον εἰς μέθην, ἵνα μὴ ποιήσῃς τὴν καρδίαν σου μαίνεσθαι εἰς τὰς ἡδονάς. Μὴ φάγῃς δεύτερον τῆς ἡμέρας, ἵνα μὴ παχυνθῇ σου τὸ σῶμα, καὶ σὺν αὐτῷ τὰ πάθη. Μὴ κλῄσῃς τὴν θύραν σου ἐπὶ ξένῳ· ὅτι ἐν ᾧ μέτρῳ μετρήσεις, ἀντιμετρηθήσεταί σοι. Ἐπισκέπτου τοὺς ἀρρώστους, ἵνα καὶ σὲ ἐπισκέψεται ὁ Θεός. Μὴ πολλὰ κοιμῶ, ἀλλ᾽ αἴτει ἀδιαλείπτως τὴν βοήθειαν τοῦ Θεοῦ, ἵνα φύγῃς ὥσπερ ὄρνεον ἐκ παγίδος. Μὴ πολυλόγει, ἵνα μὴ ἐμπέσῃς εἰς ψεῦδος. Μὴ κτήσῃς ἑαυτῷ ὑπὲρ τὴν χρείαν σου, ἀλλὰ ζῆσον ἐν βίῳ μετρίῳ. Ἡσύχαζε καὶ τὰ ἴδια πράττε. Ὅλῃ δυνάμει κράτει γλώσσης καὶ κοιλίας. Ἔχε ταπεινοφροσύνην. Γίνου ὡς ἀγνοῶν καὶ ἰδιώτης. Ἔχε πρᾳότητα εἰς πάντας ἀνθρώπους. Πολλὴν ζημίαν ἡγοῦ ἐκ τοῦ λαλεῖν καὶ γελᾶν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἔχει. Πάντοτε τὴν θλῖψιν καὶ τὸν θάνατον ἔχε πρὸ ὀφθαλμῶν σου, καὶ μηδέποτε ἀπελπίσῃς πειρασμόν. Ἐξέταζε σεαυτὸν ἑσπέρας καὶ πρωῒ πῶς παρῆλθες· ταῦτα δὲ ἄνευ κόπου κατορθῶσαι ἀδύνατον. Γίνωσκε, ὅτι καθάπερ ἡ γῆ οὐ δύναται καρποφορῆσαι τὸν ἄνθρωπον ἄνευ σπέρματος καὶ ὕδατος, οὕτως ἀδύνατον καρποφορῆσαι τὸν ἄνθρωπον χωρὶς κακοπαθείας καὶ ταπεινοφροσύνης. Φρόντιζε αὑτοῦ ὡς εἰκόνος Θεοῦ διαπαντός. Φοβοῦ τὸν Θεὸν ὡς μέλλων ἀπολογίαν δοῦναι αὐτῷ περὶ πάντων τῶν ἔργων σου.

Διαλογίζου σεαυτῷ καθ᾽ ἑκάστην ποῖον πάθος ἐνίκησας.

Ὁ πιστεύων ὅτι ἔνι κρίσις, οὐ κρίνει τινὰ τῶν ἀνθρώπων, ἀλλὰ φυλάττει ἑαυτὸν ἕως τῶν μικρῶν καὶ ἐλαχίστων. Ὁ πιστεύων ὅτι μέλλει τὸ σῶμα αὐτοῦ ἀναστῆναι, φροντίζει τοῦ καθαρίσαι αὐτὸ ἀπὸ μολυσμοῦ. Στῆθι οὖν, ἀγαπητέ, ἐν φόβῳ Θεοῦ, φυλάττων καὶ πληρῶν τὸ πρακτικόν, μὴ παρέχων πρόσκομμα τῇ συνειδήσει σου· ἀλλὰ πρόσεχε αὐτῇ, ἵνα καὶ αὐτὴ ἔσεταί σοι φύλαξ, δεικνύουσα ἕκαστον εἰς ὃ ἐμπίπτεις, ἵνα μὴ καταλείψῃ καὶ ἐμπέσῃς εἰς χεῖρας τῶν ἐχθρῶν σου. Γίνωσκε, ὅταν ἄρξηται ὁ νοῦς τοῦ μοναχοῦ φεύγειν ἀπὸ τῶν θελημάτων αὐτοῦ καὶ προσφεύγειν τῷ Θεῷ, πρῶτον ἡ ἀκηδία πολεμεῖ αὐτόν· τὸ δὲ ἐξαλεῖφον τὴν ἀκηδίαν ἔστιν ἡ προσευχὴ καὶ ἡ πρὸς Θεὸν ἀδολεσχία· τὸ δὲ περιποιοῦν τὴν ἀδολεσχίαν ἔστιν ἡ ἐγκράτεια· τὸ δὲ φυλάσσον τὴν ἐγκράτειαν, ἔστιν ὁ σωματικὸς κόπος, ἤγουν ἡ στενὴ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.

Ἰδοὺ ἡ στενὴ αὕτη ὡς ἐν κατόπτρῳ φαίνεται τοῖς μοναχοῖς διὰ λόγου· πάντα γὰρ τούτοις πικρὰ τὰ παρόντα. Ἡ κτῆσις ἐπίβουλος, ἡ χρῆσις ἀντίπαλος· ἡ ἀπόκτησις ὀδυνηρά, ἡ εὐτέλεια πικρά, ἡ ἔνδεια ἐπώδυνος· ἡ ἄσκησις μοχθηρά, ἡ ἐγκράτεια ἐπίπονος· ἡ ἀκρίβεια ἐπισφαλής, ἡ σιωπὴ ἐπώδυνος.

Ἐὰν ἐλέγξῃ, χρεώστης γίνεται τοῦ βαλεῖν μετάνοιαν· ἐὰν σιωπήσῃ, μαραίνεται ἀπὸ ζήλου Θεοῦ. Ἐν ἅπασι τοῖς καλοῖς ἀντεκατέστησεν ὁ μισόκαλος δαίμων τὸ ὅμοιον κακόν. Ἐν τῇ ἐλεημοσύνῃ, ἀντέθηκε τὴν χρηστεμπορίαν· ἐν τῇ ἀσκήσει, τὴν οἴησιν· ἐν τῇ ἀγρυπνίᾳ, κατηγορίαν· ἐν τῇ εὐχῇ, τὸν ὄκνον· ἐν τῇ ἀκτημοσύνῃ, τὴν καπηλείαν· ἐν τῇ ἀγάπῃ, τὴν κολακείαν· ἐν τῇ φιλοξενίᾳ, τὴν ἀδιαφορίαν καὶ τὴν γαστριμαργίαν. Πάντα συνέχεε, πάντα συνέφυρε, πᾶσιν ἐκοινώνησε.

Κινδυνεύει λοιπὸν ὁ βίος τῶν μοναχῶν καταλυθῆναι. Ἡ κεφαλὴ σὺν τοῖς ποσὶν ὑφίσταται βλάβην· οἱ ὀφθαλμοὶ σὺν ταῖς χερσὶν ὑπομένουσιν ἀρρωστίαν. Ἡ κτῆσις τὴν πίστιν ἐμάρανεν· ἡ χρῆσις τὴν ἄσκησιν ἠλλοίωσεν.

Ἐβιάσατο τὴν ταπεινοφροσύνην ἡ αὐθεντία· ἀνέτρεψε τὴν ἐλπίδα ἡ τῶν προσκαίρων κτῆσις. Τὸ ἔργον τῆς ψυχῆς ἐσκότωσεν ἡ πρᾶξις τοῦ σώματος· ἡ μέριμνα τῆς σαρκὸς ἤμβλυνε τῆς διανοίας τὸν ἔλεγχον. Οὐκ ἄγει σχολὴν ἡ συνείδησις κατανύξαι τὸν νοῦν. Οὐκ ἐπιτρέχουσιν οἱ λογισμοὶ συνεργῆσαι πρὸς μετάνοιαν. Καὶ εἰ μὴ σφάλλομαι ταῦτα λέγων, τύπος ἐστὶν αἰχμαλωσίας ἡ τοιαύτη κατάστασις· ἐπωρώθημεν γὰρ καὶ οὐ θέλομεν ἐννοῆσαι ὅτι ἡ ψυχὴ ποιῆσαι ὁμοῦ καλὸν καὶ κακὸν οὐ δύναται· κακὸν δὲ διὰ καλοῦ ἐπιτηδεύει.