Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν τὴν τοῦ θεοῦ φύσιν πολυπραγμονούντων

Ἐφραίμ ὁ Σύρος

Η ενανθρώπηση και το ανέφικτο της διερεύνησης της θείας ουσίας

Η σάρκωση του Υιού για τη θεραπεία του ανθρώπου και ο έλεγχος της προπέτειας όσων επιχειρούν να κατανοήσουν την ακατάληπτη φύση του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Περὶ τοὺς καταζητοῦντας τοῦ Υἱοῦ τὴν φύσιν Βασιλεὺς οὐράνιος, Δεσπότης ἀθάνατος, Υἱὸς μονογενὴς ἀγαπητὸς τοῦ Πατρός, ὁ πλάσας ἐν χάριτι διὰ ἐξουσίαν ἄνθρωπον ἀπὸ τῆς γῆς, νικηθεὶς τοῖς οἰκτιρμοῖς τῆς αὑτοῦ εὐσπλαγχνίας δι᾽ αὐτὸν τὸν ἄνθρωπον, ὃν ἔπλασαν αἱ χεῖρες αὐτοῦ αἱ ἄχραντοι, κατῆλθεν ἐξ οὐρανοῦ σῶσαι καὶ ἰάσασθαι πάντας κακῶς ἔχοντας. Ἐπειδὴ πάντες ἅμα ἠρρώστησαν ἐν κακοῖς Πονηροῦ ἐνεργείᾳ, καὶ γέγονε σηπεδὼν δυσχερής, ἀνίατος, οὐκ ἴσχυσαν παντελῶς Προφῆται καὶ ἱερεῖς ἰάσασθαι τὸ τραῦμα. Χάριν τούτου ὁ ἅγιος μονογενὴς Υἱὸς ἰδὼν ἅπασαν φύσιν ἀρρωστοῦσαν ἐν κακοῖς, τῇ βουλήσει τοῦ Πατρὸς κατελθὼν ἐξ οὐρανοῦ, ἐσαρκώθη ἐν μήτρᾳ τῆς ἁγίας Παρθένου, καὶ γεννηθεὶς ἐξ αὐτῆς τῇ αὑτοῦ εὐδοκίᾳ, προῆλθε τοῦ ἰάσασθαι πάντας κατακειμένους ποικίλαις ἀσθενείαις χάριτι καὶ οἰκτιρμοῖς, καὶ λόγῳ ἰάσασθαι πάντα τὰ νοσήματα.

Ἀπήλλαξεν ἅπαντας ἀπὸ τῆς δυσωδίας τῶν ἰδίων τραυμάτων· αὐτοὶ δὲ οἱ ἄρρωστοι μετὰ τὸ ἰαθῆναι, ἀντὶ τοῦ ἀποδοῦναι χάριτας τῷ ἰατρῷ ἀντὶ τῆς ἰάσεως, προσῆλθον ἐξερευνᾶν ἰατροῦ τὴν οὐσίαν, οὖσαν ἀκατάληπτον.

Ὢ φοβεροῦ θαύματος· ὑπερβολὴ ἀνόνητος τῶν βροτῶν ἀσυνέτων! Τίς γὰρ ἤκουσε τούτων, ἢ τίς ἐθεάσατο τραύματα σεσημμένα ἀπὸ χρόνων ἱκανῶν ἰαθέντα; Αὐτὸς δὲ ὁ ἰαθείς, διὰ τὴν σὴν ὠμότητα, ἰατροῦ τὴν οὐσίαν ἐρευνᾷς, ὦ ἄθλιε. Ἐπειδὴ διὰ σὲ λαβὼν μορφήν σου ὁ ἰατρός, ἵνα σὲ ἰάσηται, χάριν τούτου ἐρευνᾷς τὴν φύσιν τοῦ ἰατροῦ; Ἄκουσον, κἀγὼ λέγω πρὸς τὴν σὴν ὠμότητα καὶ τὴν σὴν προπέτειαν· ἂν βούλῃ ἐξερευνᾶν ἰατροῦ τὴν οὐσίαν, οὔτε ὁδὸν εὑρίσκεις, οὔτε μὴν διέξοδον τῇ σῇ ἐξερευνήσει. Πᾶς γὰρ ὁ βουλόμενος βαδίζειν ἐν τῇ ὁδῷ τῆς ἐρευνήσεως, παραχρῆμα ἡ ὁδὸς [ἄβατος] εὑρίσκεται ἔμπροσθεν ποδῶν αὐτοῦ ἄβατος καὶ ἔρημος, μὴ ἔχουσα παντελῶς μονὴν καὶ ἀνάπαυσιν. Οὐκ ἔχων ἐν ἀβάτῳ μονὴν καὶ ἀνάπαυσιν, τί ποιεῖς, ὦ ἄθλιε; Ποῦ φθάσεις, ἀσύνετε, ἐν ἀβάτῳ καὶ φοβερᾷ μὴ ἔχων παντελῶς μονήν, μηδὲ τέλος; Ποῦ πορεύῃ, εὐτελῆ; Πέλαγος ἀμύθητόν ἐστιν ἐξερεύνησις Υἱοῦ μονογενοῦς· αὐτὸς δὲ ὡς προπετὴς τυγχάνεις βῶλος μικρὸς ἀπὸ τοῦ χοὸς τῆς γῆς. Ἐὰν βούλῃ κατελθεῖν ἐπὶ τὸ πέλαγος τοῦτο τῆς ἐξερευνήσεως, ποῦ φανεῖς, ὦ ἄθλιε; Τίς εἶδε τοῦτο ποτέ, ὅτι χῶμα τὸ χαῦνον κατέβη εἰς πέλαγος ἐρευνᾶν πᾶν τὸ βάθος τῆς θαλάσσης τῆς μεγάλης;

Ἢ τίς πάλιν ἤκουσεν ἀσυνθέτου προσεθόντος ἐρευνᾶν δύναμιν τοῦ ἀνέμου, ὅστις ἀπὸ τῆς οἰκτρᾶς φωνῆς τοῦ ἀνέμου σκορπίζεται πανταχοῦ, μὴ ἔχων ὑπόστασιν, μηδὲ πάλιν δύναμιν ἀντιστῆναι μιᾷ ῥοπῇ ἐναντίον τοῦ ἀνέμου;

Φύσις πάλιν καλάμου προσῆλθεν ἐξερευνᾶν τὴν δύναμιν τοῦ πυρός· καὶ γὰρ πῦρ καιόμενόν ἐστιν ἐξερεύνησις Θεοῦ. Διατί, ὦ ἄθλιε, σεαυτὸν καταφλέγεις ἐν φλογὶ τῇ φοβερᾷ; Εἰπέ μοι, ὦ προπετῆ, ἐν τῇ σῇ διανοίᾳ πῶς αὐτὸν διέγραψας τὸν Δημιουργὸν ἁπάσης τῆς κτίσεως, τὸν ἀπέραντον καὶ ἔνδοξον καὶ φοβερόν, οὗ ἀπὸ τοῦ βλέμματος τήκεται πᾶσα κτίσις, ὡς κηρὸς ἀπὸ προσώπου πυρός; Πᾶσα κτίσις ὁρατὴ ὁμοίως καὶ ἀόρατος ἀπὸ βλέμματος αὐτοῦ ὥσπερ κηρὸς τήκεται ἐν στιγμῇ τοῦ βλέμματος· αὐτὸς δέ, ὦ προπετῆ, τὸν μέγαν καὶ φοβερόν, τὸν ἔνδοξον 〈καὶ〉 ἀνείκαστον ἐν τῇ σῇ ὠμότητι καὶ τῇ σῇ προπετείᾳ κατειληφέναι νομίζεις; Ἐμεθύσθης, ὦ ἄθλιε, μὴ γινώσκων σεαυτόν, οὔτε πάλιν τὴν σὴν φύσιν καὶ τὴν σὴν εὐτέλειαν. Αὐτὸς δέ, ὦ εὐτελῆ, πῶς ἐκτίσθης οὐκ οἶδας. Ὁ ἑαυτὸν μὴ γινώσκων, πῶς Δεσπότην ἐρευνᾷς τὸν φοβερὸν καὶ ἔνδοξον;