Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ καλῶς βιοῦν

Ἐφραίμ ὁ Σύρος

Θεμέλια του ασκητικού βίου: Ταπεινοφροσύνη, νήψη και προσευχή

Η αναγκαιότητα της ταπεινοφροσύνης, η προφύλαξη από τις δαιμονικές παγίδες της ματαιοδοξίας και η αξία της πνευματικής ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Περὶ ὀρθοῦ βίου κεφάλαια ϙʹ αʹ. Ὀρθοῦ βίου ὀρέγῃ; Ταπεινοφροσύνην ἄσκησον· ταύτης γὰρ ἐκτὸς ὀρθὸς βίος οὐχ ἵσταται. βʹ. Ὁδοιπόρος ἀνὴρ ἀρχὴν ὁδοῦ ἀπολέσας, ἐν ἀλλοδαπῇ χώρᾳ ὁ τοιοῦτος πλανᾶται· καὶ ὁ ἐκκλίνας ἑαυτὸν τῆς ὁδοῦ τῶν ταπεινῶν, οὐ πήξει σκηνὴν αὑτοῦ ἐν παρεμβολαῖς ὁσίων.

γʹ. Ἔργασαι ἐν ταπεινοφροσύνῃ πάντα τὰ ἔργα σου, ἐπ᾽ ὀνόματος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἐν τούτῳ ὑψωθήσεταί σου ὁ καρπὸς εἰς οὐρανόν. Ἡ γὰρ ὑπερηφάνεια ἔοικεν ὑψηλοτάτῳ δένδρῳ σεσηπότι, πάντοθεν εὐθρύπτους ἔχοντι τοὺς κλάδους· καὶ ἀνελθὼν ἐν αὐτῷ ταχέως κατερράγη ἐξ ὕψους.

δʹ. Ἀρχὴ ἐγκαταλείψεως ἀνθρώπου, ἀφιστᾶν ἑαυτὸν τῆς ταπεινοφροσύνης· καὶ ὁ ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ, πνιγήσεται, ὡς Σαοὺλ ὑπὸ πονηροῦ πνεύματος. εʹ. Πνιγμὸν χαλεπὸν ἡγοῦ τὰς τῶν ἁμαρτιῶν συνοχάς, καὶ τὸ μὴ ἀναδῦναι ἐκ τῆς πλημμύρας αὐτῶν, ἕως ὥρας θανάτου.

ϛʹ. Ἐὰν κατανοήσῃς ἀκριβῶς, εὑρήσεις τὰς παγίδας τοῦ Ἐχθροῦ κεχρισμένας μέλιτι καὶ γλυκασμῷ· ἵν᾽ ὁ θέλων γεύσασθαι τοῦ μέλιτος ὑπὸ παγίδος συλληφθήσεται. ζʹ. Μὴ ἐπιθύμει τοῦ τοιούτου μέλιτος, καὶ ὑπὸ παγίδος οὐ μὴ ἁλοίης· ἡ γὰρ γλυκύτης αὐτοῦ ἔσχατον χολῆς καὶ πικρίας ἐμπιμπλᾷ τοὺς ἰδίους ἐραστάς.

ηʹ. Ταπεινοφροσύνην ἀγάπα, καὶ ὑπὸ παγίδος διαβολικῆς οὐ συλληφθήσῃ ποτέ· ἀνώτερος γὰρ ἔσῃ σφόδρα τῶν παγίδων τοῦ Ἐχθροῦ, ὑπὸ ὀξυτάτου πτεροῦ κουφιζόμενος ἀεί. θʹ. Ἐὰν θεάσῃ τινὰ νεανιευόμενον, πιθανὸν τῇ ὄψει καὶ ἀνθηρὸν τῇ ἐσθῆτι, ὄχλον σωμάτων περιφέροντα, μὴ ζηλοῦ, μηδὲ θορυβοῦ· ἀλλ᾽ ἐγκρατὴς γενοῦ τοῦ διανοήματος καὶ ὄψει αὐτὸν μετ᾽ ὀλίγον σβεννύμενον. Μόνοι γὰρ ἐξήνθησαν καὶ διέλαμψαν οἱ κατὰ βούλησιν Θεοῦ πολιτευσάμενοι.

ιʹ. Οἱ γενόμενοι σπουδαῖοι, εὐάρεστοι τῷ Κυρίῳ, οὐ προσεῖχον τοῖς ἀνθηροῖς τοῦ βίου· ἐπιστάμενοι σαφῶς, ὅτι ὡς ἄνθος χόρτου ταχὺ ξηρανθήσονται· ἡμεῖς δὲ οἱ ἀμελεῖς, ἐὰν θεασώμεθα πολυσαρκίαν σώματος, ἐρυθρὸν ταῖς παρειαῖς, τοῦτον μακαρίζομεν, κἂν ἐσχάτῃ ἀσεβείᾳ κατάκειται ὁ τοιοῦτος· πόρρω ἀφ᾽ ἑαυτῶν ῥίψαντες τὸν ἐπίπονον βίον, οὐκ ἐπιστάμενοι ὁποῖον ἀξίωμα ἔχει τῶν ἀσκητῶν ὁ βίος. Τούτου χάριν σωφροσύνη μεμίσηται παρ᾽ ἡμῶν, καὶ ὁ ἁγιασμὸς ἐβδέλυκται.

ιαʹ. Μὴ πρόσχωμεν, ἀδελφοί, παιδικοῖς ἀθύρμασιν, ἀλλὰ τέλειον βίον ἀναλάβωμεν ἀεί, ἵνα μὴ στερηθῶμεν τῆς χαρᾶς τῶν ἀσκητῶν, καὶ παραδοθῶμεν εἰς αἰωνίαν κόλασιν. ιβʹ. Μακάριος ὁ πιανθεὶς ταῖς ἀγαθαῖς ἐλπίσι, καὶ λαμπρυνθεὶς ἐν ἀγαθαῖς ἐννοίαις· τὸ γὰρ κλέος τούτου πολὺ καὶ ἄληκτον.

ιγʹ. Ἡσυχίαν μεταδιώξωμεν, ἵνα θεωροῦντες τὰ ἑαυτῶν πλημμελήματα ταπεινωθῶμεν ἀεί, καὶ οὐχ ἵνα θρέψωμεν οἰήσεως λογισμὸν ἢ πονηρίας, καθάπερ τὰ ἰοβόλα ζῶα. ιδʹ. Ἀγαπήσωμεν τὴν ἡσυχίαν, ἵνα σχῶμεν καθαρὰν τὴν καρδίαν καὶ ἄσπιλος φυλαχθῇ ἀπὸ φθορᾶς ἁμαρτιῶν, ὃν ἐπιστεύθημεν, ναός.

ιεʹ. Καλὴ ἡ προσευχὴ μετὰ στεναγμῶν καὶ δακρύων, καὶ ταῦτα καὶ ἡσύχως προχεόμενα. Τὸ δὲ εἰς ἀκουστὸν κράζειν ἀνθρωπαρεσκείας σημεῖον. Ὁ δὲ ἐν γνώσει καὶ πίστει προσευχόμενος, τὸν Κύριον ἐνώπιον αὐτοῦ προορᾷ, καθότι ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.

ιϛʹ. Ἐὰν πεπώρωταί σου ἡ καρδία, κλαῖε ἐνώπιον τοῦ Θεοῦ, ὅπως ἐπιστάζῃ σοι φωτισμὸν γνώσεως, καὶ μὴ σκῶπτε τοὺς ἐν θερμότητι καρδίας βοῶντας εἰς οὐρανόν. ιζʹ. Ὁ γὰρ σκώπτων τοὺς πονητικούς, δοῦλον παρέσχεν ἑαυτὸν τῷ Δολίῳ, ἐκείνου ἐπιτελῶν τὰ μυσαρὰ θελήματα. Ὁ τοιοῦτος οὐ μὴ εὕρῃ χαρὰν τὴν ἡτοιμασμένην τοῖς δούλοις τοῦ Κυρίου.

ιηʹ. Σὺ δέ, ἀσκητά, ἐν γνώσει ἐπιτέλει τὰ ἔργα σου πάντοτε, καὶ μὴ διδῶμεν ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν. ιθʹ. Οὐαὶ τῷ ἀνελεήμονι· καὶ οὐαὶ τῷ δολίῳ· καὶ οὐαὶ τῷ τρυφητῇ· πικρὸς γὰρ συναντήσει αὐτοῖς ὁ ᾅδης. Ὑποδούλους γὰρ ἑαυτοὺς παρέχουσι χάριν γαστριμαργίας, καὶ τὸν Θεὸν ἀθετοῦσιν, ἵνα ἀρχὴν καὶ ἀξίαν εὕρωσιν ἐν τῷ ματαίῳ βίῳ τούτῳ. Ἦλθεν ἄφνω θάνατος, ἐξήρανε τὸν λαιμόν, ἐν ᾧ τὰ λαμπρὰ ἐδέσματα ἐδέχοντο συνεχῶς, κατήργησε τὴν ἀρχήν, δι᾽ ἧς ἠθέτουν τὸν ποιήσαντα αὐτούς. Ἔρριπται λοιπὸν ἐπὶ γῆς, ὡς κοπρία, τὰ σώματα τῶν ἀθλίων, καὶ ἄγονται αἱ ψυχαὶ εἰς τὸν τόπον τὸν ἴδιον.

κʹ. Τὰ τερπνὰ τοῦ βίου θεωρῶν, πρόσεχε μὴ ἑλκυσθῇς· ἐν αὐτοῖς γὰρ κέκρυπται ἡ παγὶς τοῦ θανάτου. Καὶ γὰρ ὁ ἁλιεὺς οὐ γυμνὸν χαλᾷ τὸ ἄγκιστρον. καʹ. Τῇ ἐπιθυμίᾳ ὁ Ἐχθρός, ὡς δέλεαρ ἐν ἀγκίστρῳ, κέχρηται, ἵνα ἅπασαν ψυχὴν ὑπεύθυνον ἑαυτῷ κατεργάσηται ὁ μιαρός.

κβʹ. Ἡ πρώτη συλληφθεῖσα ψυχὴ παγὶς ἔσται ἑτέραις πρὸς τὸ ἐκείνου θέλημα, ἐγγλυκαίνουσα τὰς μὴ πειρασθείσας ψυχὰς τῇ τοῦ Δράκοντος πικρίᾳ. Καὶ γὰρ πέρδιξ συλληφθεὶς δέλεαρ ἔσται τοῖς μήπω ὑπὸ βρόχων ἁλοῦσι· στήσας γὰρ τοῦτον ὁ θηρευτής, κύκλῳ αὐτοῦ τοὺς βρόχους, τοὺς καλῶς ἱπταμένους θηρεύει.