Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ δεῖν τοῖς τῶν ἐθνῶν πλάνοις ἀπατᾶσθαι

Ἐφραίμ ὁ Σύρος

Η διάψευση της κοσμικής σοφίας και το παράδειγμα των ιατρών

Η στάση των ιατρών Δόμνου και Μακεδονίου κατά τη διάρκεια του λοιμού στην Κωνσταντινούπολη και η κατάδειξη της ανεπάρκειας της ανθρώπινης ιατρικής τέχνης έναντι της θείας βουλής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ τοῦ μὴ ἀπατᾶσθαι ὑπὸ ἑλληνικῆς ἐννοίας Προσθήσω δὲ καὶ τοῦτο τῷ λόγῳ· τῆς θνήσεως ἀρχομένης ἐν Κωνσταντινουπόλει, καὶ πολλῶν τελευτώντων, ἰατρός τις ὀνόματι Δόμνος, θεωρῶν πολλοὺς ἀποθνῄσκοντας, καὶ ἑτέρους φόβῳ πολλῷ συνεχομένους, ἔφη· οὗτοί εἰσιν οἱ ἀπολλύμενοι βάναυσοι, οἱ τῷ πυρὶ μαχόμενοι, οἱ ἐν τοῖς χαμαὶ κελλίοις τὴν οἴκησιν ἔχοντες· οἱ γὰρ ἐν ὕψει οἰκοῦντες, καὶ ἀέρων καθαρῶν καὶ λεπτοτάτων ἐν ἀπολαύσει γενόμενοι, περιγίνονται τοῦ λοιμοῦ. Ταῦτα ἀπεφήνατο, ἐπειδὴ σπουδὴν εἶχεν ἐκμανθάνειν τὰς ἑλληνικὰς ἐννοίας, καὶ ὑπὸ τῶν τοιούτων συμβέβλαπται τὸν νοῦν. Καὶ ὅμως ὁ ταῦτα φλυαρήσας μετὰ δύο ἢ τρεῖς ἡμέρας πληγεὶς ὑπὸ τῆς νόσου ἔκειτο ἡμιθανής· καὶ παρασκευάζει τοὺς ἰδίους δούλους ἆραι αὐτὸν ἐν τῷ προαστείῳ αὐτοῦ, ἵνα ἐκεῖ τελευτήσας ταφῇ. Ἄλλος οὖν ἰατρὸς Μακεδόνιος ὀνόματι, ἰδὼν αὐτὸν βασταζόμενον καὶ αἰρόμενον ψυχορραγοῦντα—εἷς ὑπάρχων τῶν ἀκροασαμένων τὴν ἀδολεσχίαν αὐτοῦ—ἔφη· οὗτος καὶ καλλίστην οἰκίαν ἔχων καὶ ἀέρος καθαροῦ ἀπολαύων, οὐ διεσώθη, ἀλλ᾽ ἰδοὺ καταβέβληται, καὶ αἱ φλυαρίαι αὐτοῦ οὐκ ὠφέλησαν αὐτόν. Καὶ ὁ μὲν Δόμνος κομισθεὶς ἐν τῷ προαστείῳ τελευτήσας ἐτάφη· ὁ δὲ Μακεδόνιος διασωθεὶς τῆς ἐπενηνεγμένης θνήσεως, ἀποταξάμενος τοῦ βίου, γέγονε γνήσιος μοναχός, οὐ καταποθεὶς ὑπὸ τῆς ἐκείνου ἀνοσιότητος.