Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ δεῖν τοῖς τῶν ἐθνῶν πλάνοις ἀπατᾶσθαι

Ἐφραίμ ὁ Σύρος

Το παράδειγμα του Δαβίδ και η θεία παραχώρηση του λοιμού

Αναφορά στο βιβλίο των Βασιλειών σχετικά με την αμαρτία του Δαβίδ μέσω της απογραφής του λαού, την έλευση του θανατικού και την εξιλαστήρια θυσία στο αλώνι του Ορνά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ἡμεῖς δὲ τῇ ἀληθείᾳ ἐπιστήσωμεν τὸν ἑαυτῶν νοῦν, ὁδηγούμενοι ὑπὸ τῆς θεοπνεύστου Γραφῆς· οἱ γὰρ μὴ περιλαμπόμενοι τὸν νοῦν ὑπὸ τῆς θείας διδασκαλίας, πόρρω ἔχουσι τὸν ἑαυτῶν νοῦν ἀπὸ τῆς ἀληθείας. Ἡμεῖς δὲ ἀκούσωμεν τῆς θείας Γραφῆς διαρρήδην βοώσης ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· καὶ προσέθετο ὀργὴ Κυρίου ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυῒδ ἐν αὐτοῖς λέγων· πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾽ αὐτοῦ· δίελθε δὴ πάσας τὰς φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεέ, καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. Καὶ μετ᾽ ὀλίγον· καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ βασιλεῖ, καὶ ἦν ἐν Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ἰούδα ἀνδρῶν μαχητῶν πεντακόσιαι χιλιάδες. Καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυῒδ πρὸς Κύριον· ἡμάρτηκα σφόδρα ποιήσας τὸ ῥῆμα τοῦτο· καὶ νῦν, Κύριε, περίελε δὴ τὴν ἀδικίαν τοῦ δούλου σου, ὅτι ἐματαιώθην σφόδρα.

Καὶ ἀνέστη Δαυῒδ τὸ πρωΐ, καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων· πορεύθητι καὶ λάλησον πρὸς Δαυῒδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγὼ αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι. Καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυΐδ, καὶ ἀνήγγειλεν αὐτῷ, καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φυγεῖν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται καταδιώκειν σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με. Καὶ εἶπε Δαυῒδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστὶ καὶ τὰ τρία· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ αἱ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωῒ ἕως ἀρίστου ὥραν, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ Ἀγγέλῳ τῷ διαφθείροντι τὸν λαόν· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ Ἄγγελος Κυρίου ἦν ἑστηκὼς παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.

Καὶ εἶπε Δαυῒδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν Ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἡμάρτηκα, ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; Γενέσθω δὴ ἡ χείρ σου ἐπ᾽ ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ἦλθε Γὰδ 〈πρὸς Δαυῒδ〉 τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ· ἀνάβηθι, καὶ στῆσον θυσιαστήριον τῷ Κυρίῳ, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ, ἐν τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. Καὶ ἀνέβη Δαυῒδ κατὰ τὸ ῥῆμα Γὰδ τοῦ προφήτου, ὃν τρόπον ἐνετείλατο αὐτῷ ὁ Κύριος. Καὶ διέκυψεν Ὀρνά, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ὀρνά, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. Καὶ εἶπεν Ὀρνά· τί ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; Καὶ εἶπε Δαυΐδ· κτήσασθαι παρὰ σοῦ τὴν ἅλω τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ 〈καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ〉.

Καὶ εἶπεν Ὀρνά· ἔστωσαν ἅπαντα τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαυτώματα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. Πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. Καὶ εἶπε βασιλεὺς πρὸς Ὀρνά· οὐχί, ὅτι ἀλλ᾽ ἢ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Θεῷ μου δωρεὰν ὁλοκαυτώματα. Καὶ ἐκτήσατο Δαυῒδ τὴν ἅλω καὶ τοὺς βόας ἐν ἀργυρίῳ πεντήκοντα σίκλων. Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυῒδ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. Καὶ ἐπήκουσε Κύριος, καὶ ἐπέσκεψε τὴν γῆν, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἱερουσαλήμ.