Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον καὶ περὶ τῆς ὀρθῆς βιοτῆς

Ἐφραίμ ὁ Σύρος

Το παράδειγμα της αποταγής και η εγκατάλειψη του κόσμου

Περιγραφή της πορείας ενός νέου που αρνείται την οικογένεια και τα κοσμικά αξιώματα προκειμένου να ακολουθήσει τον μοναχικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Διαγραψώμεθα τοιγαροῦν τὴν ὑπόθεσιν κατὰ τὸ δυνατόν, ἵνα ἐκ τοῦ μικροῦ τούτου ὑποδείγματος ἀπεικάσωμεν τὸ ὅλον τῆς ἐμπορίας, καὶ κατανοήσαντες τὴν τοσαύτην βλάβην, φόβῳ τηρήσωμεν ἑαυτούς, μὴ τιθέναι πρόσκομμα τῷ πλησίον ἢ σκάνδαλον. Υἱός τις ὑπῆρχε μονογενὴς τοῖς γεννήσασιν αὐτόν, καὶ ἠγάπων τοῦτον σφόδρα, καθότι πᾶσαν τὴν ἐλπίδα μετὰ Θεὸν εἰς τοῦτον εἶχον, προσδοκῶντες δι᾽ αὐτοῦ ἔχειν τὴν καλλίστην καὶ πρέπουσαν τοῦ βίου ἐσχάτην ἐλπίδα, καὶ τὴν τοῦ γένους διαδοχὴν καὶ ἀνανέωσιν διὰ τῆς τούτου παιδοποιΐας ἔσεσθαι. Ὁ δὲ νεανίας ἄφνω πάντα ῥίψας τὰ πρόσκαιρα, καταλαμβάνει τὴν ἔρημον καὶ γίνεται μοναχός, λύπην ἀφόρητον καταλιπὼν τοῖς οἰκείοις. Κλαίει ὁ πατήρ, θρηνεῖ ἡ μήτηρ, τῆς προσδοκωμένης ἐλπίδος αἰφνιδίως στερηθέντες, ἀναλογιζόμενοι ἅμα ὅτι οὐ δυνατὸν αὐτὸν ἔσεσθαι, ὥσπερ ἦν πρὸ τῆς ἀναχωρήσεως.

Οὔτε γὰρ οἴκου πατρικοῦ ἔτι προστῆναι δυνατόν, οὔτε πρὸς παιδοποιΐαν ἐπιτήδειον, καθότι ἠρνήσατο ἑαυτὸν ἄνθρωπον εἶναι, ἐν τούτῳ τῷ μέρει ἁγιωσύνην ἀμφιασάμενος, καὶ ἐν σώματι ὑπάρχων τῶν ἤδη ἐν μνημείῳ ἐρριμμένων νεκρῶν οὐδὲν ἀπεοικὼς τοῖς κατὰ τὸν βίον πράγμασι.

Τούτου χάριν κλαίει ὁ πατήρ, καταπενθεῖ ἡ μήτηρ, τὴν τοῦ ἰδίου υἱοῦ ἐπικουρίαν ἐπιζητοῦντες. Ἡ νύμφη μετὰ τοὺς ἀρραβῶνας ἀνετράπη. Ἐὰν χειροτέχνης ἦν, τὴν τέχνην πόρρω ἀπέρριψεν. Ἐὰν πραγματείαν μετήρχετο, ἡ ἐμπορία παρημέληται. Ἐὰν ἐν στρατείᾳ κατηριθμεῖτο, ταύτης ξένος γεγένηται.

Ἐὰν ἐν ἀξιώματι κατετέτακτο, τούτου ὑπερεφρόνησε· καὶ σχεδὸν λύσις τοῦ οἴκου ἐκ τῆς ὑποθέσεως γεγένηται. Πάντα γὰρ τὰ ὁρώμενα καὶ τὴν προσπάθειαν τῶν αἰσθητῶν πραγμάτων δίκην τριχῶν ἀποτεμών, γυμνὸς εἰσῄει ἐν τῷ σκάμματι τῆς εὐσεβείας, ἵνα Χριστὸν κερδήσῃ, τὸν Κύριον τῆς δόξης. Ἄρ᾽ οὖν ἄξιος σκανδάλου καὶ ἀνατροπῆς ὁ τοιοῦτος; Μὴ γένοιτο!