Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ σκανδαλίζειν τὸν πλησίον καὶ περὶ τῆς ὀρθῆς βιοτῆς

Ἐφραίμ ὁ Σύρος

Οι καρποί του ενάρετου βίου και η ουράνια ανταμοιβή

Καταληκτική προτροπή για τη μίμηση της ορθής βιοτής, η οποία οδηγεί στην κατάκτηση της βασιλείας των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Εἴθε δὲ κἂν ἐκ τῶν ὁρωμένων δικαστηρίων εἰς νοῦν ἐλαμβάνομεν τὸ κριτήριον τὸ μέλλον, καὶ ἐφύγομεν τὰς περιστάσεις τοῦ βίου, καὶ μετεβάλλομεν τὸν τρόπον πρὸς εὐσέβειαν. Τότε γάρ, τότε χαρὰ ἔσται ἐν Ἀγγέλοις, καὶ εὐφροσύνη τοῖς σπουδαίοις, καὶ ἀνάκτησις τοῖς οἰκείοις· τὸ γὰρ πένθος τῶν δυσφορησάντων ἐπὶ τῇ ἀναχωρήσει μεταβάλλεται εἰς εὐφροσύνην διὰ τὴν ἀρίστην τοῦ υἱοῦ πολιτείαν. Μακαρίζονται γὰρ ὑπὸ φίλων καὶ μάλιστα ὁρώντων τὰς περιστάσεις τῶν ἀναστρεφομένων ἐν τῷ βίῳ· καὶ ὡς δῶρον Κυρίῳ τῶν Θεῷ προσενέγκαντες μακαρίζονται. Καυχᾶται τὸ γένος ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ γενναίου ἀθλητοῦ, καὶ γεγηθότες ἐπερωτῶσι τοὺς παρατυγχάνοντας· ἡ δὲ ἀρετὴ κρυβῆναι οὐ δύναται. Ἀκούουσι τὴν ἐπικρατοῦσαν περὶ αὐτοῦ ἀγαθὴν φήμην, καὶ δοξάζουσιν ἐπὶ τούτοις τὸν Κύριον, καὶ ἑαυτοὺς οἰκείους καὶ συγγενεῖς τοῦ ἀγωνιστοῦ διαβεβαιοῦνται ὑπάρχειν. Οἱ ἐν ἀξιώματι τὸν ἀπὸ ἀξιωμάτων ἐγκωμιάζουσιν· οἱ στρατιῶται τὸν ἀπὸ στρατιωτῶν ὑπερθαυμάζουσιν· οἱ συντεχνῖται τὸν ἀπὸ ὁμοιοτέχνων ἐπαινοῦσιν. Οὕτω τοῖς πᾶσι ποθεινοὺς καὶ ἐπιδόξους ἡ ἀρετὴ τοὺς κατωρθωκότας καθίστησιν ἐν Κυρίῳ. Διὸ ἐν δόξῃ στεφανωθήσονται καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.