Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ πάντοτε ἐν τῇ διανοίᾳ ἔχειν τὴν ἡμέραν τῆς ἐξόδου

Ἐφραίμ ὁ Σύρος

Η κρίση της ψυχής και η αντιπαράθεση αρετών και παθών

Η καταδίκη της εμπαθούς ψυχής στους τόπους της κολάσεως, η αναγκαιότητα των αρετών ως πνευματικών βοηθών και η αναλυτική έκθεση της εξουσίας των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ἐὰν δὲ ἐν τῷδε τῷ βίῳ ἔζησεν αἰσχρῶς, συναναστρεφομένη τοῖς πάθεσι τῆς ἀτιμίας καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς συρομένη καὶ τῇ ματαιότητι τοῦ κόσμου τούτου, ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτῆς ἐκ τοῦδε τοῦ βίου, αὐτὰ τὰ πάθη καὶ ἡδοναὶ ἃς ἐκτήσατο ἐν τῷδε τῷ βίῳ, γίνονται δαίμονες πονηροὶ καὶ κυκλοῦσι τὴν ἐλεεινὴν ψυχὴν καὶ οὐκ ἀφίασιν ἐγγίσαι τοὺς Ἀγγέλους τοῦ Θεοῦ, ἀλλὰ παραλαμβάνουσιν αὐτὴν μετὰ τῶν ἐναντίων δυνάμεων τῶν ἀρχόντων τοῦ σκότους, καὶ ἀπάγουσιν αὐτήν, ἐλεεινὰ δακρύουσαν, κατηφῆ καὶ ἀποδυρομένην, εἰς τόπους σκοτεινοὺς καὶ ζοφώδεις καὶ λυπηρούς, ἔνθα πάντες οἱ ἁμαρτωλοὶ τετήρηνται εἰς ἡμέραν κρίσεως καὶ κολάσεως αἰωνίου· ὅπου ὁ Διάβολος καταβάλλεται μετὰ τῶν ἀγγέλων αὐτοῦ.

Χρὴ οὖν ἡμᾶς ἀπεντεῦθεν πᾶσαν μέριμναν καὶ φροντίδα ποιήσασθαι περὶ τῆς ἐξόδου ἡμῶν, καὶ ἑτοιμάσαι τὰς ὀφειλούσας ἡμῖν συνεκδημῆσαι ἀρετὰς ἐκ τοῦδε τοῦ βίου καὶ ἀντιλαμβάνεσθαι ἡμῶν ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης.

Τίνες δέ εἰσιν ἀρεταί, ἃς εἰρήκαμεν ὅτι [οἱ] ἄγγελοι γίνονται καὶ ἀνθίστανται τοῖς δαίμοσι, τουτέστι τὰ πάθη ἡμῶν; Αὗταί εἰσιν ἀγάπη, ταπεινοφροσύνη, μακροθυμία, ἐγκράτεια, ὑπομονή, διάκρισις, ὑποταγή, ἡσυχία, ἀνδρεία, δικαιοσύνη, παρθενία, κατάνυξις, καὶ τὰ ὅμοια τούτοις. Αὗται αἱ ἀρεταὶ ἀντιλαμβάνονται ἡμῶν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ οὐδείς ἐστιν ὁ ἀντιτασσόμενος αὐταῖς.

Τὰ δὲ πάθη ἃ εἰρήκαμεν ὅτι γίνονται δαίμονες, εἰσὶ ταῦτα· μίσος, ὑψηλοφροσύνη, σκληρότης, ἀκηδία, ἀργολογία, ὀξύτης, ἔρις, ζῆλος, φθόνος, ὑπερηφανία, κενοδοξία, μνησικακία, ῥᾳθυμία, ἀμέλεια, ἄγνοια, λήθη, θυμός, ὀργή, ὀκνηρία, καταφρόνησις, πονηρία, ἐπιθυμία, μετεωρισμός, χαυνότης, γαστριμαργία, ἀκολασία, καὶ ἐπὶ πάντων τούτων φιλαργυρία καὶ πᾶσα ἁπλῶς σατανικὴ ῥᾳδιουργία.

Ταῦτα οὖν τὰ πάθη εἰς δαίμονας μεταβαλλόμενα ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου ἡμῶν, παραλαμβάνουσι τὴν ψυχήν· καὶ εἰκότως. Ἃς γὰρ προσελάβομεν ἀπεντεῦθεν καὶ προητοιμάσαμεν, αὗται συγχωροῦνται ἐξουσιάσαι ἡμῶν, αὗται καὶ μετὰ θάνατον συνεξελεύσονται ἡμῖν, καὶ ἐκεῖ κυριεύσουσιν ἡμῶν, καὶ οὐκ ἔστιν ὁ αἱρούμενος ἡμᾶς ἐξ αὐτῶν.