Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος προτρεπτικός

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός οπλισμός μέσω των θείων Γραφών

Αναφορά στην αξία της μελέτης των θείων Γραφών ως απαραίτητου πνευματικού οπλισμού για την αντιμετώπιση των μεθοδειών του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος παραινετικός Ὁ πλάσας ἡμᾶς Θεός, ἐπιστάμενος τὴν ἀσθένειαν τῆς διανοίας ἡμῶν καὶ τοῦ ἀντικειμένου τὴν κακοτεχνίαν, τὰς θείας ἡμῖν Γραφὰς ἐδωρήσατο ὡς ὁπλοθήκας καὶ θησαυροὺς ἰαμάτων. Ἔστι δὲ ἐν ταῖς ὁπλοθήκαις ὅπλα διάφορα· φησὶ γὰρ ὁ Δαυΐδ· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· καὶ πάλιν· ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. Καὶ ἐν ἑτέρῳ λέγει· λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφελῶν ἐπὶ σκοπῷ ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾽ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί τε συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ὁ Ἐλισσαιὲ εἶπεν· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾽ ἡμῶν ὑπὲρ τοὺς μετ᾽ αὐτῶν. Καὶ προσηύξατο Ἐλισσαιὲ καὶ εἶπεν· Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου, καὶ ἰδέτω.

Καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν· καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισσαιέ. Ὁ δὲ Ἠσαΐας· καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Ἐν δὲ τῷ Ἰεζεκιὴλ λέγει· καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυτῷ.

Διὸ καὶ ὁ Ἀπόστολος διδάσκει ἡμᾶς, λέγων· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ Διαβόλου· ἵνα, ὅταν προσβάλῃ ἡμῖν ὁ Ἐχθρός, καθοπλίσωμεν ἑαυτοὺς κατ᾽ αὐτοῦ ἐκ τῶν εἰρημένων ὁπλοθηκῶν. Τὰ δὲ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καθ᾽ ὅτι οὐδὲ ἡ πάλη ἡμῶν ἐστι πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ἐν δὲ τοῖς θησαυροῖς ἐστι πάμπολλα καὶ διάφορα βοηθήματα, 〈ὡς〉 ὁ περὶ τῆς μετανοίας καὶ σωτηρίας λόγος, ὅπως, ἐάν τις παρατασσόμενος κατὰ τοῦ Διαβόλου τρωθῇ, σπουδαίως ἀναδράμῃ ἐπὶ τὸν θησαυρὸν τῶν ἰαμάτων, καὶ ἐπιθεὶς τῷ πλήγματι φάρμακον μετανοίας καὶ ὑγιὴς γενόμενος, πάλιν μαχήσεται ὑπὲρ τοῦ ἰδίου Δεσπότου.