Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Οι πειρασμοί του Πονηρού και η ανδρεία της υπομονής

Προτροπή προς αντιμετώπιση των θλίψεων και των επιθέσεων του Πονηρού με γενναιότητα, καρτερία και σταθερότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Παραίνεσις περὶ ὑπομονῆς καὶ κατανύξεως ψυχῆς Ἀγαπητοί, γενώμεθα ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν κόσμῳ ὑπήρχομεν, ὅτε ἐν βιωτικοῖς ἀνεστρεφόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας θλίψεις ὑφιστάμεθα. Ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, θερμῶς τοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καθ᾽ ἡμῶν ἐγείρονται καὶ θλίψεις ὑπὸ τοῦ Πονηροῦ. Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν; Φθονοῦντος γὰρ ἡμῖν τοῦ Πονηροῦ, καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, εἰς χαύνωσιν καὶ ὀλιγωρίαν ἄγει, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν.

Ὅσον τοίνυν καθ᾽ ἡμῶν ὁ Πονηρὸς ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ γενναῖοι καὶ πρόθυμοι, ἑτοίμως ἔχοντες μέχρι θανάτου ὑπομένειν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, πᾶσαι αἱ μεθοδεῖαι αὐτοῦ λύονται· ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν, ὃς ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ᾽ αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους καταισχύνει, ἡμῶν τὰ νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν τοῦ Κυρίου, κομιζομένων.

Γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδίδοντες, μηδὲ ἐν τύπῳ χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐν ἑαυτοῖς τι δεχόμενοι. Δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς.