Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Η προσδοκία του θανάτου υπέρ του Κυρίου και καταληκτήρια προσευχή

Η συνεχής μνήμη του θανάτου του Χριστού ως μέσο υπέρβασης των θλίψεων και ικεσία για θεία ενίσχυση και σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν, καὶ πρὸ ὀφθαλμῶν ἔχοντες πάντοτε ἐπιποθοῦμεν, πολλῷ μᾶλλον καὶ θλίψεις βαρείας εὐκαίρως καὶ ἀκαίρως μετὰ χαρᾶς πάντως ὑπομενοῦμεν. Διὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν ἔχομεν οὐδαμῶς, καὶ ἐν αὐτῷ πάντοτε ἡ διάνοια οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι, καὶ τὸ αὐτοῦ πάθος ἀκωλύτως ἐπιθυμητὸν ἡγήσεται· ὥστε οἱ Χριστὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται, ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χαρίσεται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν· ἵνα δόκιμοι καὶ ἄξιοι εὑρεθέντες, σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.