Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος τούτου καὶ περὶ τῆς δευτέρας παρουσίας

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε υπομονή και πνευματική εγρήγορση

Εισαγωγική προτροπή προς τους πιστούς για την καλλιέργεια της υπομονής, της ελπίδας και της διαρκούς ετοιμότητας απέναντι στις επιθέσεις του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Περὶ ὑπομονῆς καὶ συντελείας καὶ τῆς δευτέρας παρουσίας. Καὶ περὶ μελέτης τῶν θείων Γραφῶν. Καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον Λαμπρὸς ὁ βίος τῶν δικαίων. Πῶς δὲ λαμπρύνεται, ἀλλ᾽ ἢ διὰ τῆς ὑπομονῆς; Ταύτην ἀγάπησον, ὦ μοναχέ, ὡς τῆς ἀνδρείας μητέρα. Ὁ μὲν γὰρ ψαλμῳδὸς παραινεῖ λέγων· ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.

Ὁ δὲ Παῦλος διδάσκων ὅπως κτήσῃ τὴν ἀρετὴν λέγει· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται. Ταύτην μετερχόμενος εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ καὶ ἱκέτευε αὐτόν, καὶ εὑρήσεις ἐκ τούτου τό, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου. Τί τούτου μακαριώτερον· τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ; Τίς οὐ θελήσει ἠνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;

Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ· ἐμισθώσατό σε. Ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν. Ἄκουσον τοῦ Παύλου λέγοντος· ὃ δ᾽ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον· ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Ἄκουε τοῦ καλοῦ παραινέτου λέγοντος· σπείρατε ἑαυτοῖς δικαιοσύνην· τρυγήσατε καρπὸν ζωῆς.

Μὴ ὀλιγώρει ἐν τῷ κάμνειν ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα. Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα· ὅπου πόλεμοι, ἐκεῖ καὶ αἱ τιμαί· ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέφανος. Εἰς ταῦτα ἀφορῶν ἐπάλειφε διὰ τῶν τῆς ὑπομονῆς λόγων. Ὑποφώνει σεαυτῷ πάντοτε μετὰ τῶν Ἁγίων βοῶν· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

Ἑτοίμασε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν σου· ἀγρός ἐστι οὗτος ὁ βίος. Λάβε τὴν ἀγαθὴν δίκελλαν, τὴν Καινὴν Διαθήκην· περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, νηστείᾳ, προσευχῇ καὶ διδασκαλίᾳ.

Ἐὰν ἔχῃς τὸν φραγμὸν τοῦτον, οὐκ εἰσέλθῃ τὸ θηρίον, τουτέστιν ὁ Διάβολος. Ὡς ἀμπελῶνα καλὸν γεώργει σου τὴν ψυχήν. Καὶ ὥσπερ οἱ τοὺς ἀμπελῶνας φυλάττοντες κροτοῦσι τῇ χειρί, βοῶσι τῇ φωνῇ, καὶ οὕτως διὰ τῶν κτύπων ἱστῶσι τοὺς ἐπιβουλεύοντας, οὕτως καὶ σὺ βόησον τῇ φωνῇ, ἀλάλαξον τῇ ψαλμῳδίᾳ, καὶ ἀποδιώξεις τὸ δολερὸν θηρίον, τὴν ἀλώπεκα, ἥτις ἐστὶν ὁ Διάβολος· περὶ οὗ ἔλεγεν ἡ Γραφή· πιάσατε ἡμῖν ἀλώπεκας μικρούς, καὶ τὰ ἑξῆς.

Τήρει πάντοτε τὸν Ἐχθρόν, ἐὰν κατατοξεύσῃ σου τὴν ἐπιθυμίαν εἰς ἀτόπους πράξεις. Ἐὰν κατασφενδονήσῃ σου τὴν ψυχὴν ῥυπαροὺς ἐμβαλὼν αὐτῇ λογισμούς, ἀντίστησον τὸν θυρεὸν τῆς πίστεως καὶ περιβαλοῦ τὴν περικεφαλαίαν τῆς ἐλπίδος· σπάσαι τὴν μάχαιραν τοῦ Πνεύματος, ἥτις ἐστὶ ῥῆμα Θεοῦ, καὶ οὕτως ὁπλιζόμενος κατὰ τοῦ Ἐχθροῦ, ὑπόμεινον καὶ μὴ ὀλιγώρει τῷ πολέμῳ.

Ἀλλὰ νῆφε ἐν πᾶσι, καὶ λέγε· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Χαῖρε οὖν πάντοτε, καθὼς γέγραπται· τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ φόβος τοῦ Θεοῦ καταστραπτέτω ἐν τῇ καρδίᾳ σου. Μὴ γίνου δειλὸς καὶ ὀκνηρὸς ἐργάτης. Μὴ φύγῃς τὸν στέφανον. Ὁ βίος βραχύς, ἡ δὲ κρίσις μακρά.