Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος τούτου καὶ περὶ τῆς δευτέρας παρουσίας

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός πόλεμος, η μελέτη των Γραφών και η ησυχία

Οδηγίες για την αντιμετώπιση των μεθοδειών του εχθρού μέσω της ταπεινής μελέτης των θείων Γραφών, της αδιάλειπτης προσευχής και της ιεράς ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, ταῦτα προσδοκῶντες σπεύσωμεν ἄσπιλοι καὶ ἀμώμητοι εὑρεθῆναι αὐτῷ ἐν εἰρήνῃ. Ὅταν ἐπέλθῃ σοι πονηρὰ ἐνθύμησις, ἀδελφέ, σπάσαι ταύτην τὴν μάχαιραν, τουτέστιν ἀναλόγισαι τὸν φόβον τοῦ Θεοῦ, καὶ συγκόπτεις πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Ἀντὶ δὲ σάλπιγγος ἔχε τὰς θείας Γραφάς· κατὰ δὲ τρόπον ἡ σάλπιγξ βοῶσα ἐπισυνάγει τοὺς στρατιώτας, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ βοῶσαι πρὸς ἡμᾶς, ἐπισυνάγουσιν ἡμῶν τοὺς λογισμοὺς εἰς φόβον Θεοῦ. Καὶ γάρ εἰσιν οἱ λογισμοὶ ἡμῶν δίκην στρατιωτῶν πολεμοῦντες πρὸς τοὺς ἐχθροὺς τοῦ Βασιλέως. Καὶ πάλιν ὃν τρόπον ἡ σάλπιγξ βοῶσα ἐν καιρῷ τοῦ πολέμου διεγείρει τῶν νέων καὶ ἀγωνιστῶν τὴν προθυμίαν κατὰ τῶν ἀντιπάλων, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν εἰς τὸ ἀγαθόν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν.

Διό, ἀδελφέ μου, ὅσον δύνασαι, ἀνάγκασε σεαυτὸν πυκνοτέρως ὡς ἐντυγχάνειν αὐταῖς, ὅπως συνάξωσί σου τοὺς λογισμούς, οὓς διασκορπίζει ὁ Ἐχθρὸς τῇ αὐτοῦ κακομηχανίᾳ, ὑποβάλλων πονηρὰς ἐνθυμήσεις, ἢ καὶ θλίψεις πολλάκις ἐπιφέρων, ἢ εὐημερίας καὶ εὐρυχωρίας πολλὰς παρέχων. Ταῦτα γὰρ κατεργάζεται τῇ αὐτοῦ πανουργίᾳ, ὅπως ἀπαλλοτριώσῃ ἀπὸ Θεοῦ τὸν ἄνθρωπον.

Ὅταν γὰρ πολλάκις μὴ δυνηθῇ τινα διὰ τῶν ἐνθυμήσεων ἐπηρεάσαι καὶ καταβαλεῖν, τότε λοιπὸν ἐπιφέρει αὐτῷ θλίψεις, ὅπως σκοτίσῃ τὴν διάνοιαν καὶ ἰσχύσῃ λοιπὸν ἐπισπεῖραι ἃ βούλεται. Καὶ ἄρχεται ὑποβάλλειν τῷ μοναχῷ τὰ τοιαῦτα ἐνθυμήματα, καὶ λέγειν μεθ᾽ ὅρκων, ὅτι ἀφ᾽ οὗ ἠρξάμην εἰς τὸ ἀγαθὸν ἐργάζεσθαι κακὰς ἡμέρας εἶδον· ποιήσωμεν οὖν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά.

Τότε ἐὰν μὴ εὑρεθῇ τις νήφων, καταπίνει αὐτὸν ὥσπερ ᾅδης ζῶντα. Εἰ δὲ καὶ ἐν τούτῳ μὴ δυνηθῇ αὐτὸν ἐπηρεάσαι, τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυχωρίαν. Ὑψοῖ αὐτὸν καὶ ἀπάτην πολλὴν παρέχει αὐτῷ τὴν δεινοτέραν καὶ χείρω πάντων τῶν παθῶν. Αὕτη γάρ ἐστιν ἡ ὑπερήφανον καὶ ἄφρονα ἐργαζομένη τὸν ἄνθρωπον.

Αὕτη εἰς τὸν βυθὸν τῶν ἡδονῶν κατασπᾷ τὸν νοῦν. Αὕτη εἰς οὐρανὸν ποιεῖ θεῖναι τὸ στόμα βλασφημίας· γέγραπται γάρ· καὶ ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ. Αὕτη ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν τὸν Θεόν, μηδὲ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν, μηδὲ ἐνθυμεῖσθαι τὴν ἡμέραν τοῦ θανάτου. Αὕτη δέ ἐστιν ὁδὸς πάντων τῶν κακῶν. Ταύτην τὴν ὁδὸν ἀγαπῶν βαδίζειν εἰς τὰ ταμιεῖα τοῦ θανάτου εὑρίσκεται φθάνων. Αὕτη ἐστὶν ἡ ὁδός, ἣν εἶπεν ὁ Κύριος· πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.

Ἰδοὺ ἤκουσας, ἀδελφέ μου, διὰ τί ἐπιφέρει ὁ Ἐχθρὸς ποτὲ μὲν εὐρυχωρίας, ποτὲ δὲ θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται διὰ δικαιωμάτων παρατάττεσθαι. Διό, ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ καὶ καταλαβεῖν τὴν αἰώνιον ζωήν· συστέλλει γὰρ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμενον καὶ δωρεῖται γνῶσιν εἰς Θεόν. Γέγραπται γάρ· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.

Ἀκούεις, ἀδελφέ μου, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ; Διό, ἀδελφέ, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς εὐχαῖς, ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστάνων, ἀρχόντων τε καὶ βασιλέων· σὺ δὲ καυχᾶσαι ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ συνομιλῶν τῷ Ἁγίῳ Πνεύματι διὰ τῶν ἁγίων Γραφῶν· τὸ γὰρ Ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι᾽ αὐτῶν. Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς καὶ προσκαρτερεῖν ταῖς εὐχαῖς. Ὁσάκις γὰρ ἐντυγχάνεις τῷ Θεῷ δι᾽ αὐτῶν, τοσαυτάκις ἁγιάζεταί σου τὸ σῶμα καὶ ἡ ψυχή. Τοῦτο οὖν γινώσκων, ἀδελφέ μου, σπούδαζε πυκνοτέρως ἐντυγχάνειν αὐταῖς. Ἐὰν μὴ σχολάζωσιν αἱ χεῖρες, εὔχου πάλιν τῇ διανοίᾳ· καὶ γὰρ ἡ μακαρία Ἄννα ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ ηὔχετο καὶ τὰ χείλη αὐτῆς ἐκινοῦντο μόνον· ἡ δὲ προσευχὴ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθε, καὶ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς.

Διό, ἀδελφέ μου, κἂν μὴ σχολάζωσί σου αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου. Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλήθητι ὅπου ἐστὶν ἀκοῦσαι καὶ ὠφεληθῆναι. Γέγραπται γάρ· ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγινώσκειν, ἀλλὰ καὶ τοῖς ἐπισταμένοις· πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐ γινώσκουσιν ἃ ἀναγινώσκουσι.

Βλέπε οὖν, μοναχέ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ, ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστήσῃς τῷ Θεῷ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ τῶν Ἁγίων. Γέγραπται γάρ· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Βλέπε μή σε ἀνακόψῃ ὁ Ἐχθρός, ὅταν βούλῃ ἀναγνῶναι, ἐπιφέρων σοι τὴν ἀκηδίαν καὶ βάλλων εἰς περισπασμοὺς καὶ λέγων· ποίησον πρῶτον τόδε τὸ πρᾶγμα ἐφ᾽ ὅσον ὀλίγον ἐστί, καὶ οὕτως ἀμεριμνῶν ἀναγινώσκεις. Ἡνίκα γὰρ ὑποβάλλει ταῦτα, καὶ προθυμίαν παρέχει εἰς τὸ ἐργόχειρον· ταῦτα γὰρ πάντα ἐμβάλλει ἵνα σε ἀπολύσῃ τοῦ ἀναγνῶναι. Ὅταν γὰρ ἴδῃ ἀδελφὸν ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡς ἔλαφος διψῶν καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφάς, ὅπως πίῃς ἐξ αὐτῶν καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε δὲ τὴν ἐξ αὐτῶν ὠφέλειαν. Οἷόν τι λέγω· ἵνα, ὅταν ὁ Κύριος δωρήσηταί σοι τὸ ἀναγνῶναι καὶ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μή σε παρέλθῃ, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ φυλάξῃς αὐτὸν ἀνεξάλειπτον. Γέγραπται γάρ· ἐν τοῖς δικαιώμασί σου μελετήσω.

Καὶ πάλιν λέγει· ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Καὶ πάλιν· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.

Βλέπεις, ἀδελφέ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων αὐτοῦ, κατορθοῖ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ; Τίς γὰρ μνημονεύων τῶν λόγων αὐτοῦ, καὶ μὴ κατορθῶν, εἰ μὴ ἄρα ἐστὶν ἐκεῖνος ἀδόκιμος καὶ ταλαίπωρος; Ὁ τοιοῦτος οὐδὲν ὅλως μνημονεύει, ἀλλὰ καὶ ἃ δοκεῖ μνημονεύειν ἐπελάθετο· τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου. Κελεύει οὖν ἀπαρθῆναι ἀπ᾽ αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν. Ὁ τοιοῦτος δοκεῖ ἔχειν πίστιν, καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ, τοῖς δὲ ἔργοις ἀρνεῖται καὶ ἔστιν ἀπίστου χείρων. Διὸ κελεύει ἀπαρθῆναι ἀπ᾽ αὐτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, ὃ καὶ δοκεῖ ἔχειν. Καὶ γίνεται ὁ τοιοῦτος ἄνθρωπος ὥσπερ κεράμιον οἴνου ῥῆγμα πεποιηκός, καὶ δι᾽ αὐτοῦ ἀπολέσαν τὸν οἶνον. Ὅπερ πάντες μὲν οἱ ὁρῶντες καὶ μὴ εἰδότες τὸ γεγονὸς δοκοῦσι μεστὸν εἶναι· ὅταν δὲ εὑρεθῇ τοῦτο, φανεροῦται πᾶσιν ὅτι κενὸν ἦν κείμενον. Οὕτως γὰρ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν τῆς κρίσεως ἐρευνώμενος, κενὸς εὑρίσκεται. Καὶ τότε φανερὰ πᾶσι τὰ κατ᾽ αὐτὸν γίνεται. Τοιοῦτοί εἰσιν οἱ ἐροῦντες τῷ Βασιλεῖ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;

Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφέ, ὅτι οὐδὲν ὅλως ἔχει ὁ τοιοῦτος; Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατελθεῖν καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς γὰρ εἶπεν ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε. Κρύψον τὸ σπέρμα εἰς τοὺς λαγόνας τῆς γῆς· τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃς τῷ Κυρίῳ ἐν φόβῳ σου. Ὅταν δὲ ἀναγινώσκεις, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον· καὶ μὴ σπούδασον τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλ᾽ ἐὰν χρεία ἐστί, μὴ ὀκνήσῃς καὶ δὶς καὶ τρὶς καὶ πλειστάκις τὸν στίχον διελθεῖν, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ.

Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ ἀναγινώσκοντος ἀκοῦσαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων· Κύριε Ἰησοῦ Χριστέ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου τοῦ ἀκοῦσαί με τῶν λόγων σου, καὶ συνιέναι, καὶ ποιῆσαι τὸ θέλημά σου· ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Κύριε, μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα σύ μου φωτίζῃς τὴν καρδίαν.

Ναί, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ· πολλοὶ γὰρ ἐπλανήθησαν θαρρήσαντες τῇ συνέσει αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσον εἰς βλασφημίας, καὶ ἀπώλοντο.

Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ πονηρὸς λέγειν ἐν ἑαυτῷ ὅτι οὐχ οὕτως ἐστὶν ὁ λόγος οὗτος· πῶς γὰρ δύναται οὕτως εἶναι; Καὶ τὰ τοιαῦτα. Ἀλλ᾽ εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ. Καὶ λέγε πρὸς τὸν πονηρόν· πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ.

Ἐγὼ γὰρ οἶδα ὅτι τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, ὥσπερ ἀργύριον πεπυρωμένον δόκιμον τῇ γῇ, καὶ κεκαθαρισμένον ἑπταπλασίως, καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ἐγὼ δὲ ἀσύνετός εἰμι καὶ οὐ γινώσκω. Οἶδα οὖν ὅτι πνευματικῶς εἰσὶ γεγραμμένα· λέγει γὰρ ὁ Ἀπόστολος ὅτι ὁ νόμος πνευματικός ἐστιν. Εἶθ᾽ οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ εἰπέ· Κύριε, πιστεύω τοῖς λόγοις σου, οὐκ ἀντιλέγω, ἀλλὰ θαρρῶ τοῖς λόγοις τοῦ Ἁγίου Πνεύματος. Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου· ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τὸ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε.

Κτῆσαι δὲ καὶ τὴν ἡσυχίαν, ἀδελφέ, ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν· σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ. Ἡσυχία φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύρινόν ἐστιν, ἀνάγουσα εἰς οὐρανοὺς τὸν κεκτημένον αὐτήν. Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης, ἀγαπήσας τὴν ἡσυχίαν καὶ τὸν φόβον τοῦ Θεοῦ καὶ ἀναληφθεὶς εἰς τὸν οὐρανόν.

Ὦ ἡσυχία, κλίμαξ οὐρανῶν. Ὦ ἡσυχία, μήτηρ κατανύξεως. Ὦ ἡσυχία, ἔσοπτρον τῶν ἁμαρτημάτων, ἡ δεικνύουσα τῷ ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ. Ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα. Ὦ ἡσυχία, πρᾳότητος γεννήτρια.

Ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε. Ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ. Ὦ ἡσυχία, λογισμῶν κατάσκοπε καὶ διακρίσεως σύμπονε. Ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα καὶ γαστριμαργίας ἐμπόδιον. Ὦ ἡσυχία, σχολὴ προσευχῆς καὶ ἀναγνώσεως. Ὦ ἡσυχία, γαλήνη λογισμῶν καὶ λιμὴν εὔδιος. Ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς. Ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρόν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε.

Ὦ ἡσυχία, περπερότητος ἀναίρεσις καὶ ἀναιδείας ἔχθρα. Ὦ ἡσυχία, εὐλαβείας μήτηρ. Ὦ ἡσυχία, δεσμωτήριον παθῶν. Ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας. Ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός. Ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργός. Ὦ ἡσυχία, ἀκτημοσύνης πρόξενος. Ὦ ἡσυχία, χωρίον Χριστοῦ καρποφόρον, καρποφοροῦν καρποὺς ἀγαθούς. Ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

Ναί, ἀδελφέ· ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαριὰμ ἐξελέξατο· αὕτη γὰρ ἡ Μαριὰμ ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα. Διὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος, λέγων· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.

Βλέπεις, ἀδελφέ, οἷά ἐστιν ἡ ἡσυχία; Αὐτὸς ὁ Κύριος ἐπαινεῖ τὸν κτώμενον αὐτήν. Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κατατρυφήσεις τοῦ Κυρίου σου, προσκαθήμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς καὶ σὺ μετὰ παρρησίας· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Διὰ τοῦτο, ὡς ἐκ στέατος καὶ πιότητος ἐπλήσθη ἡ ψυχή μου. Ναί, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν. Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι μετὰ ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολλῶν ἐν περισπασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀναπαῦσαι γάρ σε θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ περισπασμῶν καὶ θλίψεων τοῦ αἰῶνος τούτου. Ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν σε βούλεται εἰς τὴν ἔρημον τουτέστιν εἰς τὴν ἡσυχίαν. Οὗτος φωτίσει τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης καὶ ψωμιεῖται τὸ μάννα· λέγω δὴ ἄρτον τῆς ἡσυχίας καὶ ἀμεριμνίας, ὅπως κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, λέγω δὴ τὴν ἄνω Ἱερουσαλήμ. Ναί, ἀδελφέ, ταύτην ἀγάπησον, ταύτην κτῆσαι, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ ὡς ἐπὶ παντὶ πλούτῳ. Ναί, ἀδελφέ, κτῆσαι τὴν ἡσυχίαν μετὰ φόβου τοῦ Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ.