Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς
Η παιδαγωγία των πειρασμών και η θεία πρόνοια
Η βεβαιότητα ότι ο Θεός παραχωρεί δοκιμασίες ανάλογα με τις δυνάμεις του ανθρώπου και η τελική πνευματική ωφέλεια που προκύπτει μέσα από πρακτικά παραδείγματα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η παιδαγωγία των πειρασμών και η θεία πρόνοια
Η βεβαιότητα ότι ο Θεός παραχωρεί δοκιμασίες ανάλογα με τις δυνάμεις του ανθρώπου και η τελική πνευματική ωφέλεια που προκύπτει μέσα από πρακτικά παραδείγματα.
Τὴν ὑπομονὴν τοίνυν καὶ ἐλπίδα πρὸ πάντων ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι Θεῷ γενναίως κρατείτω, καὶ οὕτως δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ. Οὐδὲ γὰρ εἰς τοσοῦτο παραχωρεῖ ὁ Θεὸς ψυχὴν εἰς αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενεγκεῖν· ὡς ὁ Ἀπόστολός φησιν· πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Οὐδὲ γὰρ ὅσον βούλεται ὁ Πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ᾽ ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ Θεοῦ. Μόνον ἡ ψυχὴ γενναίως ὑποφέρουσα, τὴν ἐλπίδα κρατείτω τὴν ἐν πίστει, ἀπεκδεχομένη τὴν παρ᾽ αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν, καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆναι.
Ἀλλ᾽ ὅσον ἀγωνίζεται, διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα Θεῷ, καὶ τὴν παρ᾽ αὐτοῦ βοήθειαν καὶ λύτρωσιν ἀδιστάκτως ἐκδεχομένη, τοσούτῳ ταχύτερον λυτροῦται αὐτὴν ὁ Κύριος πάσης περιεχούσης θλίψεως. Οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ πειρασμὸν εἰσελθεῖν ἡ ψυχή, καὶ τοσοῦτο καὶ παραχωρεῖ· μόνον αὐτὴ ἐγκρατὴς γενέσθω εἰς τέλος, καὶ οὐ μὴ καταισχυνθῇ. Καθὼς εἴρηται· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Καὶ πάλιν· ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, καὶ τὰ ἑξῆς. Καὶ ὁ Κύριός φησιν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ πάλιν· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ ἀλλαχοῦ λέγει· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; Ἢ τίς ἐνέμεινε τῷ λόγῳ αὐτοῦ, καὶ κατελείφθη; Καὶ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
Εἰ γὰρ οἱ ὀλίγης συνέσεως καὶ νοὸς μέτοχοι γεγονότες ἄνθρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζώων βαστάζειν δύναται, οἷον, ἡμίονος ἢ κάμηλος· καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζώου. Καὶ ὁ κεραμεὺς πλάσας τὰ σκεύη, ἐὰν μὴ ἐν τῇ καμίνῳ βάλῃ αὐτά, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀνθρώποις οὐ γίνεται· ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ ἐάσαι, ἕως οὗ χρήσιμα γένηται· οὐδὲ ὑπὲρ τὸ δέον αὐτὰ ἀφίησιν ἐν τῇ καμίνῳ, ἵνα μὴ κατακαέντα διαφθαρῇ· οὐδὲ πάλιν ἐλλιπόμενα, ἵνα μὴ ἀποίητα ᾖ καὶ ἄχρηστα. Εἰ οὖν ἐπὶ τῶν φθειρομένων καὶ φαινομένων τοσαύτην διάκρισιν καὶ γνῶσιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ Θεὸς ὢν ἀκατάληπτος τῇ γνώσει καὶ τῇ συνέσει, καὶ ὅλος σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαί, αἱ αὐτῷ εὐαρεστῆσαι θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν ἐπιθυμοῦσαι· καὶ οὕτως ὑπομείνασαι γενναίως καὶ προθύμως ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους, τότε δόκιμοι καὶ ἐπιτήδειοι τῆς βασιλείας τῶν οὐρανῶν καθίστανται.
Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἀπ᾽ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ ἐπὶ πολὺ κοπανισθῇ· καὶ ὅσον βασανίζεται, τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ φιλόθεος ψυχὴ εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς εἰσερχομένη καὶ θλίψεις ὑπομένουσα γενναίως, καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται, καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶρον κληρονομεῖν καταξιοῦται. Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος ἐν πυρὶ 〈μὴ〉 βληθέν, ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώπων· ἢ ὥσπερ νήπιον, ἐφ᾽ ὅσον χρόνον εἰς τὸ τοῦ κόσμου ἔργον ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖ, οὔτε φυτεῦσαι δύναται, οὔτε σπόρον καταθέσθαι, οὔτε ἕτερόν τι τοῦ κόσμου ἐπιτελεῖν, νήπιον γάρ ἐστιν, οὕτω καὶ αἱ ψυχαί, αἱ χάριτος θείας μέτοχοι γενόμεναι, τροποφοροῦνται ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ Πνεύματος, διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ Κυρίου χρηστότητι μηδέπω δοκιμασθεῖσαι ἐν διαφόροις πειρασμοῖς καὶ θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι᾽ ὧν δείκνυται ἡ ὑπομονή· ἀλλὰ ἀκμὴν νήπιοι τυγχάνουσι, καὶ ἵν᾽ οὕτως εἴπω, οὐδέποτε χρησιμεύουσι τῇ βασιλείᾳ, ὡς εἴρηται· εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ, καὶ οὐχ υἱοί.
Ὥστε καὶ αἱ θλίψεις καὶ οἱ πειρασμοὶ συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, καὶ δόκιμον καὶ στερεὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει Θεοῦ καὶ ἐλπίδι ὑπομένῃ τὰ ἐπερχόμενα, ἀπεκδεχομένη ἐν πίστει ἀδιστάκτῳ τὴν ἀπὸ τοῦ Κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. Καὶ ἀδύνατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ Πνεύματος καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας παθῶν· καὶ καταξιωθῇ ὡς δόκιμος καὶ πιστὴ τὴν εἰς τὸν Κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ κρατῆσαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.