Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πῶς ὁ λῃστὴς πρὸ τῆς ἀναστάσεως εἰσῆλθεν εἰς τὸν παράδεισον

Ἐφραίμ ὁ Σύρος

Η ερμηνεία της επαγγελίας του Κυρίου ως βέβαιης μελλοντικής αποφάσεως

Ανασκευή του επιχειρήματος μέσω αγιογραφικών παραδειγμάτων, όπου τα μελλοντικά γεγονότα εξαγγέλλονται ως ήδη τετελεσμένα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος ὅτι παραστῆναι ἡμᾶς δεῖ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, καὶ δεῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν; Οὐκοῦν περὶ τοῦ ἀναντιρρήτως μέλλοντος γίνεσθαι εἶπεν ὁ Κύριος τῷ λῃστῇ, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, καθὼς καὶ ἀλλαχοῦ φησιν, ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν ἤδη κέκριται. Καίτοι οὔπω ἀνάστασις οὐδὲ κόλασις, πῶς οὖν ἤδη κέκριται;

Ὑπὸ τῆς ἁμαρτίας πάντως. Καὶ πάλιν, ὁ πιστεύων εἰς τὸν Υἱὸν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· καὶ οὐκ εἶπε μεταβήσεται, ἀλλὰ μεταβέβηκε· τῶν μελλόντων ἀναντιρρήτως ἐκβήσεσθαι ὡς γεγενημένων λέγει. Οὕτω καὶ τῷ λῃστῇ προεῖπε τὸ πάντως ἐσόμενον. Λέγουσιν ὅτι ἤδη τέθνηκε καὶ νεκρός ἐστι, καίτοι ἐμπνέοντα βλέποντες. Καὶ ὥσπερ ἐκεῖνος ἐλπίδα σωτηρίας οὐκ ἔχει καὶ τέθνηκε τοῖς ἰατροῖς, οὕτω καὶ ὁ λῃστής. Ἐπειδὴ καὶ προσδοκίαν οὐκέτι εἶχεν ὑποστροφῆς πρὸς ἀπώλειαν, εἰσελήλυθεν εἰς τὸν παράδεισον τῇ ἀποφάσει, οὐ τῇ πείρᾳ. Οὕτω καὶ ὁ Ἀδὰμ ἤκουσεν, ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Τί γοῦν, αὐτῇ τῇ ἡμέρᾳ τέθνηκεν; Οὐδαμῶς· ἔτη γὰρ ἔζησεν ἐνακόσια μετὰ τὴν ἡμέραν ἐκείνην.