Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς Ἰωάννην μοναχόν, ἵνα ἀπέχηται τῆς Νεστορίου μανίας καὶ βλασφημίας

Ἐφραίμ ὁ Σύρος

Προτροπή για σταθερή ομολογία και αποφυγή των αιρετικών

Προτροπή προς τον μοναχό Ιωάννη να διατηρήσει ακέραιη την ορθόδοξη πίστη απέναντι στους διωγμούς και σύσταση για απομάκρυνση από όσους αλλοιώνουν το δόγμα της Νικαίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Πρὸς Ἰωάννην μονάζοντα τοῦ ἀπέχεσθαι τῆς Νεστορίου μανίας καὶ δυσφημίας Προσήκει πᾶσι τοῖς προσερχομένοις Θεῷ καὶ ζωῆς αἰωνίου ἀξιωθῆναι βουλομένοις προηγουμένως τὴν ὀρθόδοξον πίστιν ἀμώμητον διαφυλάττειν. Καὶ μήτε δι᾽ ἀξιωμάτων ἐπιτυχίαν, ἢ τὰς τῶν κρατούντων κολακείας, ἢ φόβον τῶν αὐτῶν, τὸν ἀτίμητον θησαυρὸν τῆς πίστεως προδοῦναι. Εἰ μὲν γὰρ θανόντων ἡμῶν καὶ μάλιστα ὑπὲρ εὐσεβείας, ὑφ᾽ ἑτέραν ἐξουσίαν ἐμέλλομεν ἔσεσθαι, καλῶς ἂν ἐφρίττομεν τὸν θάνατον· εἰ δὲ εἷς καὶ ὁ αὐτὸς Κύριος καὶ ζώντων καὶ νεκρῶν ὑπάρχει, τίνος ἕνεκα δεδοίκαμεν θάνατον, τοῦ Ἀποστόλου λέγοντος· οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ ζώντων καὶ νεκρῶν κυριεύσῃ. Κἂν γὰρ μὴ δι᾽ ἀρετὴν ἀποθώμεθα τὸ σῶμα, ἐξ ἀνάγκης τοῦτο ὑπομενοῦμεν, θανάτου ἐπιστάντος.

Χρὴ οὖν ἡμᾶς προθύμως ἀγωνίσασθαι ὑπὲρ τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῆς ὁμολογίας· ἐν γὰρ τῷ τὴν πίστιν ἐπανθεῖν καὶ κρατεῖν οὐ πάντες οἱ πιστοὶ κατάδηλοι ὑπάρχουσιν· ὁ μὲν γὰρ τοὺς ἐπαίνους θηρώμενος, τοῦ ὀρθοῦ λόγου τῆς πίστεως τῇ ὑποκρίσει ἀντέχεται, ὁ δὲ τοὺς ψόγους δεδιττόμενος, τὴν πίστιν κεκράτηκεν.

Ἡνίκα δὲ ἐπέλθῃ διωγμὸς ἢ κίνδυνος διὰ τὸν λόγον, εὐθὺς τὸ ἐμπαθὲς τῆς ἑαυτῶν ψυχῆς ἐκφαίνουσιν· οὕτω γὰρ πολλοὶ πολλάκις ἀπώλοντο. Καὶ πρὸ μὲν τῆς τοῦ διωγμοῦ ἐπιστασίας, ὡς εὐθέως καὶ ὑπέρμαχοι εὐσεβείας ὑπὸ εὐσεβῶν ἐκηρύττοντο, τοῦ δὲ ἀγῶνος ἐνστάντος, οἱ πάλαι διαβεβαιούμενοι πιστοὶ εἶναι μεταπηδήσαντες πρόμαχοι εὑρέθησαν δυσσεβείας καὶ ἀπότομοι διῶκται, κεκαυτηριασμένην ἔχοντες τὴν ἰδίαν συνείδησιν· ἐπερίσσευσε γὰρ εἰς αὐτοὺς ἡ ἀγάπη τῶν φθαρτῶν καὶ ἐπιγείων ὑπὲρ τὴν ἀγάπην τῶν ἀφθάρτων καὶ ἐπουρανίων, καὶ ὑπερεπερίσσευσεν εἰς αὐτοὺς ὁ ἀνθρώπινος φόβος, ὑπὲρ τὸν θεῖον φόβον, ὅθεν καὶ ἀντὶ εὐκλείας αἰσχύνην ἀπηνέγκαντο.

Δέον οὖν ἡμᾶς πάντα πόνον ὑπεριδεῖν διὰ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθὴν ὁμολογίαν· οὕτω γὰρ καὶ ἡ πρακτικὴ βεβαιωθεῖσα, εὐπρόσδεκτος γενήσεται τῷ Θεῷ κατὰ τὸν λέγοντα Ἀπόστολον· χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι Θεῷ. Ταῦτα δέ σοι γεγράφαμεν, ἵνα μὴ τῇ τῶν ἀσεβῶν πλάνῃ συναπαχθεὶς ἐκπέσῃς τοῦ ἰδίου στηριγμοῦ, καὶ συγκατακριθῇς οἷς ὁ Ἀπόστολος παραπέμπεται λέγων· πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νυνὶ δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Ὥστε οὖν καὶ ἡμεῖς θαρροῦντες κράζομεν· ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τοιγαροῦν παραιτοῦ τὴν κοινωνίαν τῶν σχισματικῶν καὶ αἱρετικῶν· μάλιστα τὴν αἵρεσιν τῶν τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διαιρούντων εἰς δύο· ἀλλότρια δὲ αὐτοὶ πιστεύουσι τῶν ἐν Νικαίᾳ ἁγίων τιηʹ Πατέρων· ἡ γὰρ ἐν Νικαίᾳ γεννηθέντα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, Θεὸν ἐκ Θεοῦ, Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ ὡμολόγησε· πεπονθότα σαρκὶ δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα· θανόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανὸν καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Οἱ δὲ διαιροῦντες τὸν ἕνα Κύριον μετὰ τὴν ἄρρητον αὐτοῦ ἕνωσιν, οὐχὶ εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα πιστεύουσιν, ἀλλ᾽ εἰς τετράδα· τουτέστιν εἰς Θεόν, καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον, καὶ Πνεῦμα Ἅγιον. Οὐκέτι τοίνυν πείθονται τῇ ἐν Νικαίᾳ ἁγίᾳ Συνόδῳ.