Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς Ἰωάννην μοναχόν, ἵνα ἀπέχηται τῆς Νεστορίου μανίας καὶ βλασφημίας

Ἐφραίμ ὁ Σύρος

Το μυστήριο της Ενσαρκώσεως, το σταυρικό Πάθος και οι προφητείες

Παράθεση προφητικών και ευαγγελικών μαρτυριών για το σωτήριο Πάθος και την εξουσία του Χριστού, συνοδευόμενη από αυστηρή κριτική σε όσους αρνούνται την αλήθεια της σαρκώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Περὶ αὐτοῦ οὖν τοῦ σταυρωθέντος, καὶ ὁ Πρόδρομος ἐκήρυξε λέγων· ὁ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Καὶ οἱ σταυρώσαντες δὲ τὸν σταυρωθέντα πρὸ τοῦ σταυρῶσαι ἠρώτων λέγοντες· εἰπὲ ἡμῖν παρρησίᾳ, εἰ σὺ εἶ ὁ Χριστός. Ὁ δὲ σταυρωθεὶς τῆς δόξης Κύριος, ἀπεκρίνατο πρὸς αὐτούς· εἶπον ὑμῖν ἤδη, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. Καὶ ὁ ἀρχιερεὺς δὲ πρὸς αὐτὸν ἔφη· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ Κύριος· σὺ εἶπας· ἀπ᾽ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

Ἡνίκα δὲ καὶ τῇ Σαμαρείτιδι διελέγετο ἐπὶ τοῦ φρέατος, ἀπεκρίθη πρὸς αὐτόν· οἴδαμεν ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.

Λέγει αὐτῇ ὁ Κύριος· ἐγώ εἰμι ὁ λαλῶν σοι. Αὐτὸς πάλιν ὁ σταυρωθεὶς τὴν φράσιν τῶν ζιζανίων οὐκ ἀπέκρυψε τοὺς ἰδίους μαθητάς, εἰπών· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ Πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ Διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ Ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς Ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτῶν, ὡς ὁ ἥλιος. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Αὐτὸς πάλιν ὁ σταυρωθεὶς ἐδίδαξεν εἰπών· ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθήσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Αὐτός ἐστιν ὁ Βασιλεύς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· εἰς ὃν ἐδυσφήμησε τὸ μιαρὸν ἐκεῖνο στόμα.

Ἀλλ᾽ ὅμως οὗτοι πάντες ῥίζαν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς, διότι τὸν ἀρραγῆ θεμέλιον τῆς ἀληθείας ἀπώσαντο, τουτέστι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πρὸς οὓς δικαίως λέξειεν ὁ προφήτης Ἠσαΐας, λέγων· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. ᾨὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι· καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας, οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν. Οὐκ ἐρυθριοῦσι γὰρ ἐνυβρίζοντες τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Θεοῦ, δι᾽ οὗ πᾶσα λογικὴ φύσις σέσωσται, ἀλλὰ κενοφωνοῦντες ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐκ ἀφορῶντες εἰς τὴν τοῦ Κυρίου ἀγανάκτησιν, σοφῶς τοῦτο παραδηλοῦντος διὰ παραβολῶν καὶ λέγοντος· οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τοῦ Θεοῦ ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς θέλοντας εἰσελθεῖν ἀφίετε εἰσελθεῖν.

Ὁ μὲν οὖν Προφήτης εἰ καὶ μέγας ἐτύγχανεν, ἀλλ᾽ ἄνθρωπος ἦν· διὸ καὶ ἔλεγε, πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Υἱὸς τὴν αὐθεντίαν τῆς ἑαυτοῦ θεότητος ἐπιδεικνύμενος, ἔλεγε· διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ· ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Λαβὼν γὰρ τὸ ὁμοούσιον ἡμῖν σῶμα, τὸ νῖκος δεδώρηται τοῖς ἀνθρώποις· οὐ γὰρ φαμὲν ἐξ οὐρανοῦ καταβεβηκέναι τὴν σάρκα τοῦ Λόγου, οὐδὲ δοκήσει καὶ φαντασίᾳ γεγονέναι τὴν σωτηρίαν ἡμῶν. Μὴ γένοιτο! Ἀλλ᾽ ὄντως ἐν ἀληθείᾳ σεσαρκῶσθαι τὸν Λόγον ἐκ σπέρματος Δαυΐδ, κατὰ τὰς Γραφάς. Καθὼς καὶ ὁ ἀρχάγγελος Γαβριὴλ εὐηγγελίσατο τῇ ἁγίᾳ Παρθένῳ καὶ Θεοτόκῳ Μαρίᾳ εἰπών· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ Ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδού, συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Οὗτος γὰρ ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

Τοῦτο ἔλεγεν ὁ Ἀρχάγγελος σημαίνων ὅτι υἱὸς Δαυῒδ ἔμελλε γενέσθαι ὁ Κύριος ἡμῶν κατὰ σάρκα πρὸς σωτηρίαν τῶν ἀνθρώπων· φησὶ γὰρ ἡ Γραφή· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ὁ δὲ προφήτης Ἠσαΐας· ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ πάλιν· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. Περὶ δὲ τοῦ πάθους αὐτοῦ, πάλιν λέγει· αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ 〈ὑπὸ Θεοῦ〉 καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτὸν ἔσται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.

Πρὸς δὲ τοὺς ἀχαρίστους, καὶ ἀθετοῦντας τὰς εὐεργεσίας αὐτοῦ, λέγει διὰ τοῦ Προφήτου· καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Καὶ πεπλήρωται πάλιν ἐπ᾽ αὐτὸν ἡ προφητεία ἡ λέγουσα· οὐαί, τέκνα ἀποστάται, τάδε λέγει Κύριος. Ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ᾽ ἁμαρτίας.