Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς Ἰωάννην μοναχόν, ἵνα ἀπέχηται τῆς Νεστορίου μανίας καὶ βλασφημίας

Ἐφραίμ ὁ Σύρος

Η νίκη του Σταυρού, η ομολογία της πίστεως και η προσδοκία της Κρίσεως

Ευχαριστία για την κατάργηση της πλάνης διά του Σταυρού, προειδοποίηση για την έλευση ψευδοπροφητών, υπενθύμιση της ομολογίας του Πέτρου και παραίνεση για εγκαρτέρηση στις θλίψεις εν όψει της τελικής ανταποδόσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἡμεῖς δὲ ἀνυμνοῦμεν καὶ εὐχαριστοῦμεν καὶ προσκυνοῦμεν τὸν λυτρωσάμενον ἡμᾶς Θεόν, ὅτι εὐσπλαγχνίσθη τῷ γένει τῶν ἀνθρώπων ὀλλυμένῳ ὑπὸ τοῦ Διαβόλου, καὶ οὐκ ἀφῆκεν ἡμᾶς εἰς τέλος κατακυριευθῆναι ὑπὸ τοῦ Ἐχθροῦ, ἀλλ᾽ ἐρρύσατο ἡμᾶς κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἐκ τῆς πλάνης τῶν εἰδώλων. Πρὶν γὰρ τῆς ἐπιδημίας αὐτοῦ πρὸς ἡμᾶς, ἐμεμελάνωτο πᾶσα ἡ γῆ τῇ εἰδωλομανίᾳ· ὡς δὲ ἠξίωσε τὴν ἡμετέραν φύσιν λαβεῖν, ἠσθένησε τὰ εἴδωλα, θεοσέβεια δὲ διέλαμψε. Ποῦ τοίνυν αἱ δι᾽ αἱμάτων θυσίαι καὶ τὰ μαντεῖα; Ποῦ αἱ τῶν μάγων φαντασίαι καὶ τὰ λοιπὰ τῶν δαιμόνων ἐμπαίγματα; Πότε ταῦτα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Σωτῆρος ἡμῶν γέγονε; Πότε οὕτω θεογνωσία ἐξέλαμψεν, ἢ πότε οὕτως ὁ θάνατος κατεφρονήθη, εἰ μὴ ὅτε ἐξότου ὁ σταυρὸς γέγονε; Καὶ τοῦτο οὐδεὶς ἀμφιβάλλει βλέπων τοὺς ἁγίους Μάρτυρας διὰ τὸν Σωτῆρα ἡμῶν Χριστὸν καταφρονοῦντας τοῦ θανάτου· καθὼς γέγραπται· κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τῆς γὰρ ζωῆς ἐλθούσης, νενέκρωται ὁ θάνατος· αὐτὸς γὰρ εἴρηκεν· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσι· καὶ τοῦ φωτὸς λάμψαντος, τὸ σκότος ἠφανίσθη· αὐτὸς πάλιν εἴρηκεν· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.

Διὸ καὶ ὁ Προφήτης παρακελεύεται ἡμῖν λέγων· ὑμνεῖτε τὸν Κύριον· βοᾶτε τὸ ὄνομα αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε πάντες οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Αὐτῷ τῷ ὑψωθέντι ἐπὶ τοῦ σταυροῦ προσῆλθον οἱ Ἀπόστολοι λέγοντες· τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ὅτι ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.

Καὶ μεθ᾽ ἕτερα· ἐὰν εἴπωσιν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Θεὸς γὰρ ὢν ἀχώριστος, εὐδόκησε διὰ τὴν ἡμετέραν σωτηρίαν ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῷ θανάτῳ, ἵν᾽ ἡμῖν τῷ ἰδίῳ πάθει τὴν ἀπάθειαν χαρίσηται. Ἵνα δὲ μάθῃς ὅτι αὐτός ἐστιν ὁ παθὼν ὡς ἄνθρωπος, Θεὸς ὢν προγνώστης, εἶπε πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κατ᾽ ἰδίαν· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ· καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἵνα μή τις τῶν ἀπίστων πρόφασιν εὕρῃ, ὡς ἑτέρου τινὸς τοῦτο πάσχειν εἰπόντος τοῦ Κυρίου καὶ οὐχὶ περὶ ἑαυτοῦ, 〈ἠρώτα τοὺς〉 μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;

Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν Προφητῶν. Λέγει αὐτοῖς· ὑμεῖς δέ, τίνα με λέγετε εἶναι; Μὴ εἶπεν αὐτοῖς, ὑμεῖς τίνα αὐτῶν λέγετε εἶναι; Ἀλλ᾽ εἴρηκεν· ὑμεῖς δέ, τίνα με λέγετε εἶναι; Ἀποκριθέντος δὲ Σίμωνος Πέτρου, σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, εἶπεν αὐτῷ ὁ Ἰησοῦς· μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· δώσω δέ σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ταῦτα δὲ τὰ χαρίσματα, οὐκ ἀνθρώπου εἰσίν, ἀλλὰ Θεοῦ ζῶντος καὶ ἀληθινοῦ· μία γὰρ Θεότης ἐστὶ καὶ οὐσία ἐν τρισὶν ὑποστάσεσι δοξαζομένη.

Διὸ καὶ ἡμεῖς πιστεύοντες, ὁμολογοῦντες βοῶμεν· εἶς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν. Περὶ δὲ τῶν συμβαινόντων θλίψεων τοῖς πιστοῖς, μὴ καταπλαγῶμεν· προείρηκε γὰρ ἐν Εὐαγγελίοις ὁ τῆς δόξης Κύριος· παραδώσουσιν ὑμᾶς, φησίν, εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους. Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πολλοὺς πλανήσουσι, καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Θαρραλεωτέρους δὲ ποιῶν τοὺς εἰς αὐτὸν πεποιθότας, εἶπε πάλιν· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Καὶ πάλιν ἔφη· ὑμεῖς θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Ἡ γυνή, ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς μὲν νῦν θλῖψιν ἕξετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία. Καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν.

Ὅθεν ὁ Ἀπόστολος λέγει· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ πάλιν· πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.

Μὴ ἀπατῶ οὖν, ἄνθρωπε, ἀντιλέγων τῇ ἀληθείᾳ· φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἄκουε τοῦ Σωτῆρος ἡμῶν λέγοντος· τί ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ πάντων τῶν Ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Διὸ καὶ ὁ Ἀπόστολος λέγει· εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ θλίψεσιν, αἷς ἀνέχεσθε, ἔνδειγμα τῆς δικαιοκρισίας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετὰ Ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς Ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.