Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς Ἰωάννην μοναχόν, ἵνα ἀπέχηται τῆς Νεστορίου μανίας καὶ βλασφημίας

Ἐφραίμ ὁ Σύρος

Η θεότητα του Εσταυρωμένου και η κατακλείδα του έργου

Τελική υπογράμμιση της ταύτισης του Εσταυρωμένου με τον Δημιουργό, έκκληση για περιφρούρηση του ορθόδοξου τριαδικού δόγματος και καταληκτικά σχόλια του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Ὁρᾷς ὅτι ὁ τὸν σταυρὸν ἑκουσίως ὑπομείνας, αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος καὶ τῶν ἁπάντων Δημιουργός; Ὁρᾷς ὅτι ὁ τὸν σταυρὸν ὑπομείνας ἑκουσίως, αὐτός ἐστιν ὁ μέλλων ἐξαποστεῖλαι τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος 〈φωνῆς〉 μεγάλης τοῦ ἐπισυνάξαι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν; Ὁρᾷς ὅτι ὁ τὸν σταυρὸν ἑκουσίως ὑπομείνας, αὐτός ἐστιν ὁ μέλλων ἐλθεῖν μετὰ δόξης πολλῆς καὶ δυνάμεως ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ κρῖναι τὴν σύμπασαν ἐν δικαιοσύνῃ; Μηδείς σε οὖν ἐξαπατάτω ἀποστῆναι ἐκ τῆς ὀρθῆς ὁμολογίας τῆς ἁγίας, ἀχράντου καὶ ὁμοουσίου Τριάδος, μηδὲ ἀνάσχου παραφθαρῆναί σου τὸν εὐσεβῆ λογισμὸν ὑπὸ ἀνθρώπων κατεφθαρμένων τὸν νοῦν, καὶ ἀδοκίμων περὶ τὴν πίστιν, καὶ τῇ προλήψει δεδουλωμένων, καὶ πρὸς δόξαν ἀνθρωπίνην ἐπτοημένων· πεπλήρωται γὰρ ἐπ᾽ αὐτοὺς ἡ τοῦ Προφήτου φωνὴ ἡ λέγουσα· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.

Καὶ οὐκ ἐλογίσαντο ἐν τῇ ψυχῇ αὐτῶν τὸ τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

Πρόσεχε οὖν σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἢ ἀνόμημα· ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· πρὸς ὃν ἡμῖν ὁ λόγος. Καὶ ἐν ἑτέρῳ λέγει· γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ· δυνατὸς δέ ἐστιν ὁ Θεός, ὃς οὐκ ἐάσεται τέλεον καταποθῆναι ὑπὸ τοῦ σάλου τῆς ἀπιστίας, ἀλλ᾽ ἐφελκύσεταί σε πρὸς ἑαυτόν, βεβαιῶν ἐν πίστει ἀληθείας, ὅπως ἐν παρρησίᾳ εἴπῃς ἀνεπαισχύντως ἅμα τῷ Ἀποστόλῳ· τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Αὐτὸς γὰρ εἴρηκε· μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

Ταῦτα δὲ ἔχετε παρ᾽ ἐμοῦ ὡς ἐν τάξει παραινέσεως· εἰ γὰρ καὶ ἁμαρτωλὸς τυγχάνω, ἐλέει Θεοῦ οὐκ εἰς τοσαύτην ἤλασα μανίαν, ὥστε καὶ ἀκούσας δυσφημούμενον τὸν Κύριον τῆς δόξης, μὴ ἐπιδιαμαρτύρασθαι κατὰ δύναμιν.