Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς Ἰωάννην μοναχόν, ἵνα ἀπέχηται τῆς Νεστορίου μανίας καὶ βλασφημίας

Ἐφραίμ ὁ Σύρος

Η αναγνώριση της Θεοτόκου, η ενανθρώπηση και η θεία Ευχαριστία

Θεολογική επιχειρηματολογία υπέρ της αναγνώρισης της Παρθένου ως Θεοτόκου και ανάδειξη του μυστηρίου της θείας κενώσεως μέσω της χορηγίας του σώματος και του αίματος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ἀναγκαῖον οὖν ἡμᾶς ὁμολογεῖν τὴν ἁγίαν καὶ ἀειπάρθενον Μαρίαν Θεοτόκον εἶναι κατὰ ἀλήθειαν, ἵνα μὴ τῇ ἐκείνων δυσφημίᾳ περιπέσωμεν· οἱ γὰρ ἀρνούμενοι τὴν ἁγίαν Παρθένον Θεοτόκον κατὰ ἀλήθειαν μὴ εἶναι, οὐκέτι πιστοὶ τυγχάνουσιν, ἀλλὰ μαθηταί εἰσι τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ὑπὸ τῆς ζύμης αὐτῶν τρεφόμενοι· τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν πεπήρωνται, δυσφημοῦντες εἰς αὐτὸν καὶ λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. Οἱ δὲ ὁμολογοῦντες τὴν ἁγίαν Παρθένον Θεοτόκον εἶναι, μὴ ἀρνήσθωσαν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα Θεόν· ὃν γὰρ ἡ ἁγία Παρθένος ἔτεκεν, ἐσταύρωσαν οἱ Ἰουδαῖοι. Εἰ δὲ ἄνθρωπον ὁμολογεῖς τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα, οὐχὶ Θεὸν κατὰ ἀλήθειαν, οὐκέτι κατὰ σὲ ἡ Θεοτόκος Θεοτόκος ὑπάρχει, ἀλλὰ ἀνθρωποτόκος.

Μὴ οὖν ἀθέτει τὴν χάριν τοῦ Θεοῦ· ὃν γὰρ ἔτεκεν ἡ ἁγία Θεοτόκος, ἐσταύρωσαν οἱ Ἰουδαῖοι, ἡμεῖς δὲ ὁμολογοῦμεν ὅτι ὁ πρὸ αἰώνων γεννηθεὶς ἀφράστως ἐκ τοῦ Πατρός, Θεὸς ἐκ Θεοῦ, ἐπ᾽ ἐσχάτων τῶν χρόνων εὐδόκησε σαρκωθῆναι ἐκ Πνεύματος Ἁγίου καὶ ἐκ τῆς ἁγίας Παρθένου, σάρκα λαβὼν ἐξ αὐτῆς τὴν ἡμῖν ὁμοούσιον καὶ ὁμοιοπαθῆ, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὐτὸς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί· διὸ προσπίπτοντες προσκυνοῦμεν τῷ τιμίῳ σταυρῷ, ὅτι Θεοῦ ἐστι καὶ οὐκ ἀνθρώπου ψιλοῦ. Διδάσκει δὲ ἡμᾶς καὶ ὁ Ἀπόστολος λέγων· σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς εἰς δόξαν ἡμῶν πρὸ τῶν αἰώνων· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἄνθρωπος δὲ ψιλὸς τῆς δόξης Κύριος οὐκ ἔστιν. Ἡμεῖς δὲ προσκυνοῦμεν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα Θεόν· γνῶτε γάρ, φησίν, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. Αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ, καὶ εἰς αὐτὸν ἐλπίζοντες τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεκδεχόμεθα· αὐτὸς γὰρ εἴρηκεν· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή, καὶ ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.

Διὰ τοῦτο γὰρ μεταλαμβάνομεν τοῦ ἁγίου σώματος καὶ αἵματος αὐτοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεκδεχόμενοι, καθὼς εἴρηκεν· ὅτι ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτὸς γάρ ἐστιν ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· ἄνθρωπος δὲ ψιλὸς ἐλπὶς κόσμου εἶναι οὐ δύναται· διότι γέγραπται· ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ· καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ· οὐκ ὄψεται, ὅταν ἔλθῃ τὰ ἀγαθά· καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν γῇ ἐρήμῳ· ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται. Καὶ εὐλογημένος ἄνθρωπος, ὃς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ᾽ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ φοβηθήσεται, ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ᾽ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιοῦν καρπόν.

Οἱ οὖν βουλόμενοι τῆς κατάρας ἐκφυγεῖν ἢ καὶ ἀξιωθῆναι τῆς εὐλογίας, μὴ ἀρνήσθωσαν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα Θεόν, ἵνα μὴ στερηθῶσι τῆς δόξης τῶν δικαίων, ὅταν ἔλθῃ αὐτὸς ὁ Κύριος ἀποδοῦναι τὰ ἀγαθὰ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Αὐτὸς γὰρ εἶπε· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἔτεκεν ἡ ἁγία Παρθένος, ἀλλὰ Θεὸν Λόγον σαρκωθέντα· βοᾷ γὰρ ὁ Εὐαγγελιστὴς λέγων· ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε. Καὶ πάλιν· καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Θεὸς γὰρ ὤν, ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς ἀτρέπτως καὶ ἀσυγχύτως, ὅπερ οὐκ ἦν, μείνας ὃ ἦν, ἀμεταβλήτου καὶ ἀναλλοιώτου μεινάσης αὐτοῦ τῆς φύσεως· καθότι πάντα δυνατὰ τῷ Θεῷ· ἀδύνατον δὲ αὐτῷ οὐδέν.

Αὐτὸς τοιγαροῦν ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἁγίας Παρθένου τεχθεὶς ἐν Βηθλεὲμ καὶ σπαργανωθείς, καὶ ὑπὸ τῶν Μάγων προσκυνηθείς, καὶ ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, καὶ ὑπὸ τοῦ Πατρὸς μαρτυρηθείς, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, τοῦτον οἱ παράνομοι Ἰουδαῖοι ἐσταύρωσαν. Καὶ πειθέτω σε ὁ Ἀπόστολος λέγων· τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.