Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή, σκοπός της αφιέρωσης και βιβλική θεμελίωση

Η θεία φιλανθρωπία, η ανταπόκριση στο αίτημα των μοναχών για πνευματική καθοδήγηση βάσει των Γραφών και ο σκοπός της λογικής λατρείας για την εν Χριστώ κάθαρση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 9

Διδασκαλία πρὸς μοναχούς Ὁ τῶν ἁπάντων Δεσπότης, ὁ φιλάνθρωπος Θεός, ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἐπίγνωσιν· καὶ τὴν ἐπὶ τὰ κρείττω προκοπὴν ἕκαστον λαμβάνειν βουλόμενος, οἷς νεύματι χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ᾽ εἰκόνα αὐτοῦ γεγενημένον ἄνθρωπον· τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν σπευδούσης, τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκότωσιν τῶν ὄντως καλῶν. Διὸ 〈ἡ〉 τῆς χάριτος τοῦ Θεοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων Γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα, χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι, καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν, δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην, τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι.

Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, πολλάκις παρ᾽ ἡμῶν ᾐτήσατε λόγον ἐκθέσθαι, ὁποῖον χρὴ τρόπον ἔχειν τοὺς ἀναχωρήσαντας τῶν σαρκικῶν ἡδονῶν καὶ τῆς πολιτείας τοῦ αἰῶνος τούτου, ἐπὶ τὸ αὐτὸ δὲ κατὰ τὸν ἐν ταῖς Πράξεσιν ἀποστολικὸν χαρακτῆρα συνεληλυθότας, ἱερὸν συγκρότημα καὶ στίφος ἀδελφότητος γεγενημένους, συνεῖναι εὐσεβῶς ἀλλήλοις διαπαντὸς ἑλομένους· ὅπως τε ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δέοι, ποίαν δὲ ἔχειν χρὴ τὴν τῶν ἠθῶν κατάστασιν· τίς δὲ ὁ σκοπὸς τῆς ἄκρας ἀρετῆς ὁδοῦ, καὶ τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ὁποῖός τε ὁ δρόμος καὶ ἀγὼν τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι, καὶ εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας καταντῆσαι σπευδόντων. Καὶ ἵνα μὴ εἰς μακρὸν παρατείνωμεν τὸν λόγον, ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα ᾐτήσατε παρ᾽ ἡμῶν διὰ γράμματος ὑμῖν χαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης, πεπεισμένοι δηλονότι περὶ τοῦ εὐσεβοῦς τῆς ὀρθοδόξου πίστεως δόγματος, μίαν εἶναι θεότητα τῆς προσκυνητῆς καὶ μακαρίας Τριάδος, μίαν οὐσίαν, ἓν θέλημα, μίαν δόξαν, μίαν προσκύνησιν προσφέρειν ταῖς τρισὶ τῆς μιᾶς θεότητος ὑποστάσεσι, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ βαπτίσματος εὐσεβῶς τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν.

Διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ἐπὶ τὸ ἀγαθὸν ὁρμὴν θεασάμενοι, καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες, δι᾽ ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν τῶν θεοπνεύστων Γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες. Ἅμα καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως παρεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ᾽ ἑαυτῶν τι λέγειν, καὶ ὡς ὑπέρογκα ματαιότητος φρονοῦντας ὑποπτεύσῃ.

Οὕτω τοίνυν προηγούμενος πᾶσι τοῖς ἑαυτοὺς ἀφιερώσασι τῷ Θεῷ καὶ τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν παριστάναι πάντοτε σπουδάζουσι, σκοπὸς τῆς εὐσεβείας, προκείμενος εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν Εὐαγγελίων καὶ τῶν λοιπῶν ἁγίων Γραφῶν ἐπαγγελίας, ἐπιδιδόναι ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν.

Πεπείσεσθαι χρὴ βεβαίως ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς θείας δυνάμεως παντελῶς τὴν λύτρωσιν καὶ τὴν κάθαρσιν τῶν τῆς ἀτιμίας παθῶν ἐν ἡμῖν δυνατὸν γενέσθαι τῶν ἐνεργουμένων ἔν τε τῇ ψυχῇ καὶ ἐν τῷ σώματι· ὅτι τὰ παρ᾽ ἡμῖν ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ Θεῷ δυνατὰ τυγχάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγέγονε τῇ ψυχῇ καὶ τῷ σώματι, διὰ τὴν τοῦ πρωτοπλάστου ἀνθρώπου παράβασιν· καὶ τῆς τοῦ Πνεύματος υἱοθεσίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος, ἐν πάσῃ πληροφορίᾳ πίστεως, χρὴ καταξιωθῆναι, κατὰ τὸν εἰπόντα ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει Πνεύματος Ἁγίου καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε. Καὶ πάλιν· ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.