Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Κάθαρση από τα κρυπτά πάθη και αμιγής εργασία της αρετής

Η ανάγκη καθαρότητας όχι μόνο από εξωτερικά αμαρτήματα αλλά και από κρυπτούς λογισμούς, καθώς και η αλληγορική ερμηνεία του Μωσαϊκού Νόμου ως προτροπή για προσκόλληση στην αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 9

Αἰσχύνην καὶ ἀτιμίαν ἐσήμανε φέρειν τοὺς μὴ ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς ῥύπου καὶ σπίλου κεκτημένους. Πάλιν γάρ φησι· τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Πασῶν ἐντολῶν συμπλήρωσιν καὶ παντὸς παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ Θεοῦ ἐδίδαξε τὸ Πνεῦμα.

Καὶ πάλιν, καρδίαν καθαράν, εὐχόμενος ὁ Προφήτης ἔλεγε, κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· καὶ πνεύματι, φησίν, ἡγεμονικῷ στήριξόν με· τὸν αὐτὸν σκοπὸν παριστάς.

Ἀντερωτῶντος δὲ πάλιν, τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ τοιοῦτοι· ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, φησί. Τὴν διὰ πράξεως καὶ λόγων καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας τὸ Πνεῦμα ἐμήνυσε, καὶ σπουδάζειν εὐχομένους, καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ πνεύματος καθαρότητα· ὁ γὰρ Ἀπόστολος διαρρήδην διδάσκων ἔλεγεν, ὁποῖαι ψυχαὶ εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρκὸς καὶ δεσμῶν κόσμου ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι.

Φησίν· ἡ παρθένος μεριμνᾷ, ἵνα ᾗ ἁγία, οὐ σώματι μόνον, εἶπεν, ἀλλὰ καὶ πνεύματι· πρακτικῶν καὶ λογιστικῶν, τουτέστι φανερῶν καὶ κρυπτῶν ἁμαρτημάτων, ἐκτὸς εἶναι αὐτὴν παραγγέλλων, ἅτε δὴ νύμφην Χριστοῦ, ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιθυμοῦσαν. Ἐξομοιοῦσθαι γὰρ διὰ τῶν ἀρετῶν ἐκείνῳ τῷ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιθυμοῦσαν αὐτῷ συναφθῆναι ψυχήν, καὶ εἰς ἓν πνεῦμα μετ᾽ αὐτοῦ ἐπιποθοῦσαν γενέσθαι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· καὶ πᾶς, φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι. Καί, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον, πορνείας, ἢ κλοπῆς, ἢ φθόνου, ἢ γαστριμαργίας, ἢ καταλαλιᾶς, ἢ ψεύδους, ἢ ἀργολογίας, ἢ κραυγῆς, ἢ γέλωτος, ἢ εὐτραπελίας, ἢ φιλαργυρίας, ἢ πλεονεξίας ἁγνεύειν δεῖ ψυχήν, τὴν ἀρνησαμένην μὲν κοινωνίαν κοσμικήν, κόσμου δὲ ἀναχωροῦσαν καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου Νυμφίου ἑαυτὴν καθομολογήσασαν· ἀλλὰ πολλῷ πλέον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή· τουτέστιν ἐπιθυμίας, κενοδοξίας, ἀνθρωπαρεσκείας, ὑποκρίσεως, φιλαρχίας, δόλου, κακοηθείας, μίσους, ἀπιστίας, φθόνου, ἐπάρσεως, ζήλου, αὐταρεσκείας, φιλαυτίας, τύφου, καὶ τὰ τούτοις ὅμοια ἀόρατα τῆς ἀτιμίας πάθη.

Οἶδε γὰρ ἡ Γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴγε πιστεύομεν τοῖς λόγοις τοῦ Πνεύματος, τῶν πρακτικῶν ἁμαρτημάτων ὅμοια ἡγεῖσθαι· μιᾶς γὰρ τῆς αὐτῆς ῥίζης τυγχάνει βλάστημα· Κύριος γάρ, φησί, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· καί, ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος, τὸν δόλον καὶ φόνον εἰς ἓν συναριθμῶν παράβαμα· καί, τῶν λαλούντων ἐν εἰρήνῃ μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν. Καὶ πάλιν· καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ. Καὶ ὁ Κύριος μεμφόμενος τοῖς ἀνθρωπαρέσκοις, φησί· πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις.

Διὸ καὶ παραγγέλλει· βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς· τουτέστι τὸ μὴ παρ᾽ ἀνθρώπων ἐπιζητεῖν καὶ θηρεύειν ἔπαινον καὶ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ παρὰ μόνου τοῦ Θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος, καὶ οὗ ἡ ἀτιμία αἰώνιος· τουτέστι καὶ τὸ οὐαί, ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι· τουτέστιν, ὅταν θέλητε παρ᾽ ἀνθρώπων καλῶς ἀκούειν, καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ᾽ αὐτῶν προερχομένοις χαίρειν· ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν, ὁπότε αὐτὸς ὁ Κύριος ἔλεγε· λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς.

Εἰς δόξαν Θεοῦ ἀγωνίζεσθε ποιεῖν πᾶν ἀγαθὸν ἐπιτήδευμα, καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν· μηδὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ τοῦ Θεοῦ μόνου ἐκδέχεσθε, καθὼς καὶ ὁ μακάριος Δαυῒδ λέγει· παρὰ σοῦ ὁ ἔπαινός μου. Καὶ πάλιν· ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Ὡς καὶ ὁ Ἀπόστολος, ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς δόξαν Θεοῦ γίνεσθαι ἐντέλλεται· εἴτε γάρ, φησίν, ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Τοὺς γὰρ παρὰ ἀνθρώπων ἐπαίνους ἢ δόξαν θηρεύοντας, ἀπίστους εἶναι ὁ Κύριος ἀπέδειξεν, εἰπών· πῶς δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Πάλιν δὲ ὁ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συναριθμῶν, φησίν· ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον. Τὸ ἐν κρυπτῷ μῖσος, κατὰ τοῦ ἀδελφοῦ γινόμενον, τῷ φόνῳ συγκρίνει.

Ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τῶν τοῖς πάθεσι τῆς ἀτιμίας παραδοθέντων, διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν, διαγορεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, τὰ κρυπτὰ καὶ τὰ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησί· καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς 〈εἰς〉 ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πορνείᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν.

Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσε, τὰ παρ᾽ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια πάθη τῆς ψυχῆς συγκατηρίθμησε, δόλον, ὑπερηφανίαν, ἔριν, κακοήθειαν, ἀλαζονείαν, μῖσος, ἀσυνεσίαν;

Καὶ πάλιν ὁ Κύριος λέγει· τὸ ὑψηλὸν παρ᾽ ἀνθρώποις, βδέλυγμά ἐστι παρὰ Θεῷ· καί, ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Καὶ ἡ Σοφία φησίν· ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ τὰ ὅμοια ἀναλεξάμενοι ἐκ τῶν Γραφῶν, πάμπολλα ἂν εὕροιτε εἰρημένα κατὰ τῶν κρυφίων ἐν ψυχῇ τῆς ἀτιμίας παθῶν· τὰ γὰρ κρύφια πάθη τῆς ἁμαρτίας τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιστάμενον βιαιότερα τῇ ψυχῇ ἐνυπάρχοντα, τὴν ἀπαλλαγὴν αὐτῶν δι᾽ ὁποίου τρόπου γενέσθαι δυνατὸν διδάσκων ἡμᾶς διὰ τοῦ Δαυΐδ, φησίν· ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ὡς διὰ πολλῆς δεήσεως καὶ πίστεως, καὶ τῆς πρὸς Θεὸν τελείας καὶ ἀγαθῆς ὁρμῆς, τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ τῆς τοῦ Πνεύματος δυνάμεως περιγενέσθαι δυνησόμεθα. Ὥσπερ γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων σπουδάζομεν φυλάσσειν, ὡς ναὸν Θεοῦ, καθὼς εἶπεν ὁ Ἀπόστολος, ὁ φθείρας τὸν ναὸν τοῦ Θεοῦ, περὶ τοῦ σώματος λέγων, φθερεῖ τοῦτον ὁ Θεός, οὕτω καὶ τὸν ἔσω ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδαστέον καὶ διαγωνιστέον ἀπὸ παντὸς λογισμοῦ πονηροῦ φυλάσσειν κατὰ τὸ εἰρημένον· πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.

Τοῦτο δὲ κατορθῶσαι ἡμῖν ἔσται ἀνταγωνιζομένων ἡμῶν καὶ ἀντιλεγόντων πάντοτε τοῖς πονηροῖς λογισμοῖς τῆς κενοδοξίας καὶ μίσους καὶ τύφου καὶ δόλου, ἐπιθυμίας τε καὶ ἀπιστίας, ζήλου καὶ φιλαρχίας, καὶ πάσῃ ἀκριβείᾳ ἑαυτοὺς ἐρευνώντων, τόν τε νοῦν ἀσυνδύαστον καὶ ἀσύμφωνον φυλασσόντων πρὸς τὰ κρύφια τῆς ψυχῆς πάθη, καὶ ἐν πᾶσιν ἀγαθοῖς ἐπιτηδεύμασιν ἑαυτοὺς ἀποδιδόντων μετὰ βίας καὶ πόνου καὶ ἀγῶνος, διὰ τὸ ἐμποδίζειν ἡμῖν τὸν Ἀντικείμενον.

Τὴν γὰρ μονότροπον τῶν ἀρετῶν εὐθύτητα αἰνισσόμενος ὁ μακάριος Μωυσῆς, διατυπῶν ἐνέφαινε τῷ μὴ δεῖν δυσὶ γνώμαις, κακοῦ τε καὶ ἀγαθοῦ, τὴν ψυχὴν ἀκολουθεῖν, ἀλλὰ μόνον τὸ ἀγαθόν· καὶ τοῦ μὴ δεῖν δύο καρποὺς χείρονος καὶ χρησίμου ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰ χρήσιμα ἐργαζομένους, παντελῶς τοῦ χείρονος ἀλλοτριοῦσθαι. Φησὶ δὲ δι᾽ αἰνιγμάτων· οὐ ζεύξεις ἐν τῇ ἀλωᾷ σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτό· οἷον βοῦν καὶ ὄνον.

Ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλωήσεις τὸν ἀμητόν σου· τουτέστιν, ἵνα μὴ ἐν τῇ ἀλωᾷ τῆς καρδίας σου ἀρετὴ καὶ κακία ἐπὶ τὸ αὐτὸ τὴν ἐργασίαν ἔχει, ἀλλὰ μόνη ἀρετή. Οὐ συνυφανεῖς, φησίν, ἐρέῳ ἱματίῳ λίνον, οὐδὲ πάλιν λινῷ ἐρέαν.

Οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτό, οὔτε δεύτερον τοῦ ἐνιαυτοῦ. Οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι. Διὰ τούτων δὲ πάντων μυστικῶς αἰνίττεται τοῦ μὴ δεῖν κακίαν καὶ ἀρετὴν ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς ἐξ ἡμῶν ἀποκυεῖσθαι, καὶ τοῦ μὴ δεῖν δυσὶ πνεύμασι, τῷ πνεύματι τοῦ κόσμου καὶ τῷ Πνεύματι τοῦ Θεοῦ, τὴν ψυχὴν κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ Θεοῦ Πνεύματι συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς καὶ τοὺς καρποὺς τοῦ Πνεύματος καρπογονεῖν τὴν ψυχὴν προσέταξε· μήτε δυσὶ τρόποις, τὸ χεῖρον καὶ τὸ κρεῖττον, συμφωνεῖν τὴν προαίρεσιν, ἀλλὰ μόνῳ τῷ καλῷ χρωμένους καὶ τοῦ κακοῦ παντελῶς ἠλλοτριωμένους, τὸν μονότροπον τῶν ἀρετῶν καρπὸν ἐν τῇ ψυχῇ γεωργεῖσθαι ἐνετείλατο, κατὰ τὸ εἰρημένον· διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα· καί, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. Ἵν᾽ οὕτω, τὸν ἀγῶνα τῆς ψυχῆς ὁρῶν ὁ Κύριος, τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν μεγάλην ἴασιν τῶν κρυφίων παθῶν διὰ τῆς ἰδίας δυνάμεως τοῦ Πνεύματος ἐν ἡμῖν παντελῶς ποιήσῃ, τὴν ἐκδίκησιν τῶν νοητῶν ἐχθρῶν ἡμῶν ἐργαζόμενος.