Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Αδιάλειπτη προσευχή, πνευματική πανοπλία και το πλήρωμα της αγάπης

Η σημασία της επίμονης προσευχής, ο αποστολικός αγώνας για την τελειότητα των πιστών, η ανάδειξη της αγάπης ως του ύψιστου χαρίσματος και η ένδυση της πνευματικής πανοπλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 9

Καθὼς ὁ Κύριος περὶ τῆς χήρας διεξερχόμενος τῆς ὑπὸ τοῦ ἀντιδίκου καταπονουμένης, καὶ πρὸς τὸν τῆς ἀδικίας ἄρχοντα προσελθούσης, ἐπιζητούσης δὲ τὴν παρ᾽ αὐτοῦ ἐκδίκησιν, καὶ διὰ τὴν ἐπὶ πολὺ τῆς προσμονῆς αὐτῆς ἀναίδειαν τῆς ἐκδικήσεως τετυχυίας, διδάσκει ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν· ἔλεγε γάρ, φησίν, αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖ πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὴν ἐπὶ πλεῖον τῆς προσμονῆς εὐχὴν ἐντέλλεται· καὶ ἐπάγει μετὰ ταῦτα ὁ Κύριος· ἴδετε τί λέγει ὁ ἄδικος κριτής. Πόσῳ μᾶλλον ποιήσει τὴν ἐκδίκησιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; Ναί, λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει.

Οἷον δὲ ἀγῶνα εἶχεν ὑπὲρ τῶν ἰδίων μαθητῶν ὁ Ἀπόστολος, καὶ εἰς οἷον μέτρον πνευματικὸν αὐτοὺς ἐλθεῖν ἐσπούδαζεν, ἐνδιαθέτως ὑπὲρ αὐτῶν εὐχόμενος, ἅμα δὲ καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπὸν φανερὸν πᾶσι καθιστῶν τοῖς βουλομένοις ἀκμητὶ καὶ φιλαληθῶς τρέχειν, κατὰ τὸν ἀποστολικὸν τῆς καινῆς κτίσεως κανόνα, 〈καὶ〉 τοῖς ἐπὶ τὰ ἔμπροσθεν προκόπτειν σπουδάζουσιν ἔκδηλον ποιῶν; Τί λέγει; Νουθετοῦντες, φησί, πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. Καὶ πάλιν τοῖς τῆς σφραγίδος τοῦ Πνεύματος τῆς ἐπαγγελίας διὰ τοῦ βαπτίσματος καταξιουμένοις ἐπεύχεται τῆς πνευματικῆς αὐτῶν προκοπῆς λαβεῖν αὐτοὺς αὔξησιν, λέγων· διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην, ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι ὑπὲρ ὑμῶν προσευχόμενος καὶ αἰτούμενος, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως, καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας.

Τὸν δὲ τρόπον τῆς μετουσίας καὶ μεταλήψεως τοῦ Πνεύματος ἀκριβῶς ὑπεσημειώσατο, ἐν πληροφορίᾳ γενομένοις κατὰ τὴν ἐνέργειαν, φησί, τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, κατ᾽ ἐκείνην, φησί, τὴν ἐνέργειαν τοῦ Πνεύματος, ἵνα καὶ ὑμεῖς τὴν πληροφορίαν δέξησθε.

Καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ, μικρὸν προβάς, εἰς ὑψηλοτέραν αὔξησιν καὶ προκοπὴν τελειότητος πνευματικῆς ἐλθεῖν αὐτοὺς ἐπιθυμῶν, ἐπεύχεται λέγων· τούτου χάριν κάμπτω τὰ γόνατα πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴῃ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.

Καὶ ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ὑποδεικνὺς τοῖς μαθηταῖς, προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς τὸ τέλειον μέτρον καταντῆσαι, ἔλεγε· ζηλοῦτε δὲ τὰ πνευματικὰ χαρίσματα.

Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ τῶν Ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια 〈πάντα〉, καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Καὶ ἐπάγει τοὺς καρποὺς τῆς ἀγάπης, οἷοί τε εἰσί, καὶ πῶς οἱ ταύτην κεκτημένοι τῶν τῆς κακίας παθῶν παντελῶς ἐλυτρώθησαν, λέγων· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει, πάντα πιστεύει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Τοῦτο δὲ σημαίνει ὅτι 〈οἱ〉 ἐν τοῖς προειρημένοις χαρίσμασι τοῦ Πνεύματος ὄντες, καὶ μηδέπω διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ Πνεύματος τὴν λύτρωσιν δεξάμενοι, ἐν κινδύνῳ ἔτι καὶ ἀγῶνι καὶ φόβῳ τυγχάνουσι, διὰ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, κἂν χαρίσματα πνευματικὰ τύχωσι κεκτημένοι. Οἷον καὶ ὅσον πνευματικὸν μέτρον μηκέτι ὂν ὑπὸ πτῶσιν καὶ πάθος ὑπέδειξε τοῖς βουλομένοις ἀκριβῶς βαίνειν τῇ ὁδῷ τοῦ χριστιανισμοῦ, ὥστε καὶ γλώσσας Ἀγγέλων καὶ προφητείαν καὶ πίστιν καὶ πᾶσαν τὴν γνῶσιν καὶ χαρίσματα ἰαμάτων μηδὲν εἶναι ὡς πρὸς σύγκρισιν τῆς ἀκροτάτης ἀρετῆς καὶ τὸ πλήρωμα τῆς ἀγάπης τῆς τελειότητος, καίπερ κἀκεῖνα τοῦ αὐτοῦ Πνεύματος ὄντα ἐνεργήματα. Ἀλλ᾽ ἵνα τις ἐκείνων τῶν χαρισμάτων καταξιωθεὶς μὴ νομίσῃ διὰ τὴν κενωτέραν τῆς χάριτος ἐνέργειαν εἰς τὸ τέλειον ἐφθακέναι, ὡς μηκέτι χρῄζων τινὸς οἰηθεὶς ἀπομείνῃ τῶν τελείων τῆς ἀγάπης μέτρων, ἐν τοῖς ἐλάττοσι χαρίσμασι μόνον ἐμπληροφορούμενος, διὰ τοῦτο σκοπὸν τελειότητος ὑπέδειξεν, ἵνα ἕκαστος πτωχὸν ἑαυτὸν ἀπὸ τοῦ τηλικούτου πλούτου τῆς ἀγάπης ἐπιγινώσκων, ἀπαύστως καὶ ἀνενδότως τὸν καλὸν ἀγωνίζηται ἀγῶνα, καὶ τὸν πνευματικὸν δρόμον οὕτω τρέχῃ, ἕως οὗ καταλάβῃ, καθὼς εἴρηκεν· οὕτω τρέχετε, ἵνα καταλάβητε.

Ἰδού, πῶς τὸν τῆς εὐσεβείας καὶ τελειότητος ὅρον καὶ σκοπὸν καὶ κανόνα διὰ πολλῶν εἰς φανερὸν πᾶσι τίθησιν, ἐπευχόμενος τοῖς ἰδίοις μαθηταῖς εἰς αὐτὸν πάντας φθάσαι. Πάλιν γὰρ ἐν ἑτέρῳ ὁ αὐτὸς δεικνύων τὴν ἐν Χριστῷ γινομένην καινότητα καὶ μεταβολὴν κρείττονα τοῖς πιστοῖς καὶ ἀγαπῶσι τὸν Κύριον, φησίν· οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στείχωσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Καὶ πάλιν· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. Διὰ μιᾶς λέξεως, τῆς καινῆς κτίσεως, τὸν ἀποστολικὸν κανόνα εἰς φανερὸν τέθηκεν. Ἡ δὲ καινὴ κτίσις τί ἄλλο σημαίνει, ἢ καθὼς ἀλλαχοῦ ὁ αὐτὸς λέγει, ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος, τὴν παντελῆ ἀπὸ τοῦ αἴσχους καθαρότητα, ὅ ἐστιν ἡ τῶν παθῶν ἀπαλλαγή, καὶ τὴν πλήρη τῆς θείας τοῦ Πνεύματος δυνάμεως ἄρρητον καὶ μυστικὴν ἐν ἁγιασμῷ κοινωνίαν ἐν καρδίαις Ἁγίων ἐνεργουμένην, καινοτέρας ὑπὲρ τὴν φύσιν πνευματικῆς ἐν ἀρεταῖς ἀπολαύσεως καταξιουμένων;

Ταύτην εἶναι τὴν καινὴν ἐν Χριστῷ κτίσιν ὁ Ἀπόστολος ἐδίδαξεν, ἀλλὰ καὶ τό, ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καὶ τό, ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, τὸν αὐτὸν σκοπὸν παρίστησι. Καὶ διὰ τὸ μὴ ἱκανοὺς εἶναι πρὸς 〈τὰς〉 ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, ἀναλαβεῖν τὴν πανοπλίαν τοῦ Θεοῦ ἡμᾶς προτρέπεται· τὸν θώρακα τῆς δικαιοσύνης ἐνδύσασθε, ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, καὶ περιζώσασθε τὴν ὀσφὺν ἐν ἀληθείᾳ· ἐπὶ πᾶσι δὲ τούτοις τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δι᾽ ἧς, φησί, δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, ἅπερ εἰσὶν αἱ τῶν μιαρῶν παθῶν ἐνέργειαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν ἁγίαν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ὅπως διὰ τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν προειρημένων πνευματικῶν ὅπλων ἰσχύσωμεν στῆναι πρὸς τὰς χαλεπὰς μεθοδείας τοῦ Διαβόλου.

Τὸν δὲ τρόπον δι᾽ οὗ ταῦτα κτήσασθαι δυνάμεθα, ἀκριβῶς ὑπεσημειώσατο εἰπών· διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι καὶ εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες καὶ ἀγρυπνοῦντες ἐν πάσῃ δεήσει.

Διὸ καὶ ἐπεύχεται τοῖς πᾶσι λέγων· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν εἴη. Καὶ πάλιν· ὁλόκληρον τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.