Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Η κοινοβιακή τάξη, η υπακοή και τα καθήκοντα των μοναχών

Αναφορά στον σκοπό του μοναχικού βίου, τους κανόνες της κοινοβιακής αδελφότητας, την άρνηση του ιδίου θελήματος και το ήθος που πρέπει να διακρίνει τους προεστώτες και τους υποτακτικούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 9

Ἰδοὺ κατὰ πολλοὺς τρόπους εἰς φανερὸν τέθηκε τὴν εὐθεῖαν τῆς δικαιοσύνης ὁδὸν καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπόν, πάντας προτρεπόμενος καὶ ἐπιθυμῶν φθάσαι εἰς αὐτόν, εἰς ὃν οἱ φιλαλήθεις ἀποβλέποντες καὶ παντελῶς ἀκμητὶ ἀγωνιζόμενοι, πίστει καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῆς καταστάσει εὔχονται, καὶ ἐπιθυμοῦσιν εἰς αὐτὸν καταντῆσαι. Οὗτοι γὰρ δυνήσονται καὶ τὰς μεγάλας ἐντολάς, εἰς ἃς ὁ νόμος καὶ οἱ Προφῆται κρέμανται, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν, πάσης κακίας ἀπαλλαγέντες, καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι ταύτας.

Εἰ δὲ καὶ ἐδόξαμεν ἐπὶ πλεῖον παρατεῖναι τὴν διήγησιν περὶ τοῦ σκοποῦ τῆς εὐσεβείας, ὁποῖον ἡμῖν ὁ Κύριος καὶ οἱ Ἀπόστολοι καὶ πᾶσαι αἱ θεόπνευστοι Γραφαὶ παραδιδόασι, διὰ πολλῶν μαρτυρίων παριστῶντες, οὐκ ἀγνῶς πεποιηκέναι ἡγούμεθα, ἵνα ἐκ παντὸς τρόπου ἀναμφισβητήτως καὶ ἀδιστάκτως πεπληροφορημένοι ὦμεν, τίς ἡμῶν ἐλπὶς τῆς πίστεως, καὶ τίς ὁ σκοπός, καὶ ὁποῖος ἡμῖν ὁ δρόμος πρόκειται· μάλιστα οἱ τὸν μονήρη βίον ἀναδεξάμενοι, καὶ δεσμῶν κοσμικῶν καὶ σαρκικῆς κοινωνίας ἑαυτοὺς ἄραντες, καὶ παρθένοι μένειν ἐν Κυρίῳ ᾑρημένοι, ἵνα προσέχωμεν ἕκαστος καὶ ἑκάστη ποῦ κέκληται, καὶ εἰς οἷον μέτρον φθάσαι ὀφείλῃ.

Πάσης μὲν οἰήσεως διά τινα γεγενημένα κατορθώματα παυσώμεθα, ὄντως μηδὲν εἶναι ἑαυτοὺς ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τοῦ τελείου τῆς κλήσεως μέτρου καὶ τοῦ ἀνεξιχνιάστου πλούτου τῆς ἀγάπης τοῦ Χριστοῦ· παντὶ δὲ τρόπῳ καὶ παντὶ σθένει καὶ πάσῃ σπουδῇ ἑαυτοὺς εἰς τὸ ἀγαθὸν πάντοτε προθύμως ἐπιδιδόντες, καὶ κατὰ τὸν λόγον τοῦ Κυρίου, μετὰ πάντων τῶν τοῦ αἰῶνος τούτου, ἔτι καὶ τὴν ἑαυτῶν ψυχὴν ἀρνούμενοι, τὸν σταυρὸν καθ᾽ ἡμέραν αἴροντες μετὰ ἀγαλλιάσεως καὶ ἀκολουθοῦντες αὐτῷ· αὐτὸν ἔχοντες τὸν Κύριον ἐν πᾶσι τύπον καὶ ὑπογραμμὸν καὶ σκοπὸν ἡμῖν γεγενημένον κατὰ τὸ εἰρημένον· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Καὶ πάλιν· δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονῶν, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε.

Μή ποτε γὰρ ἐμπληροφορούμενοι καὶ ἐπαναπαυόμενοι ἐπί τισι τοῦ Πνεύματος χαρίσμασιν, ἢ ἐπ᾽ ὀλίγοις τισὶ κατορθώμασι, καὶ ὡς ἤδη εἰς τὸ τέλειον καταντήσαντες πανουργίᾳ κακίας, οἰήσει δικαιοσύνης ἀπατηθῶμεν, ἀπομείναντες ἐκ τῶν μειζόνων τοῦ Πνεύματος προκοπῶν. Ἀλλ᾽ ὡς φιλαλήθεις μέχρι τέλους τὸν πόνον καὶ τὴν θλῖψιν καὶ ἀγῶνα καὶ δρόμον ἄπαυστον ἔχωμεν, ὁσημέραι ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε, καὶ τὰ ὄπισθεν ἐπιλανθανόμενοι, πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην, συντετριμμένην ἔχοντες τὴν καρδίαν, ἅτε δὴ μηδέπω φθάσαντες εἰς ἣν ἐκλήθημεν κλῆσιν, μηδὲ κατειληφότες τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον, μηδὲ φθάσαντες ἀκμὴν εἰς τὴν τελείαν τοῦ Χριστοῦ ἀγάπην.

Οἱ γὰρ ὄντως ἐπιθυμοῦντες τυχεῖν τοῦ προκειμένου καὶ προδηλωθέντος ἀκροτάτου σκοποῦ, τέτρωνται ἀεὶ τῷ πόθῳ εἰς ἐκείνην τὴν τῆς ἀνεκλαλήτου τελειότητος κλῆσιν, ἐν μηδενὶ τῶν ἐν τοῖς ἐλάττοσι καλῶν δικαιοσύνης, νηστειῶν, ἢ ἀγρυπνιῶν, ἢ ἐλεημοσυνῶν, ἢ χαρισμάτων τοῦ Πνεύματος μετοχῇ πληροφορούμενοι καὶ ἐναπομένοντες ἕως ἐσχάτης ἀναπνοῆς· ἀλλ᾽ ἐν πᾶσιν ἀγαθοῖς καὶ καλοῖς καὶ πάσαις ἀρεταῖς ὁλοτελῶς ἑαυτοὺς ἀποδιδόντες, καὶ οὕτως ἐνδεεῖς διαμένοντες ἕνεκεν ἀρετῆς, οὐδέποτε δόξουσι πληροῦν νόμον σοφίας, ἀλλὰ καίπερ ὄντες παρὰ Θεῷ τίμιοι ἑαυτοὺς ἀναξίους ἡγοῦνται, καὶ ὄντες ἐν πνευματικῇ προκοπῇ παρ᾽ ἑαυτοῖς ὡς ἀρχόμενοι τυγχάνουσι, καὶ ὄντες μεγάλοι ἑαυτοὺς ἐξουθενοῦσι καὶ ὡς μηδὲν ὄντας κρίνουσι· καὶ οὕτω καθὼς ἐπίστευσαν καὶ καθόσον ἠγάπησαν, τὰς ἀμοιβὰς τῶν ἐπαγγελιῶν τῆς βασιλείας ἀπολήψονται. Αἱ τοιαῦται ψυχαὶ εὐαρεστῆσαι τῷ Θεῷ δυνήσονται καὶ τῆς βασιλείας κληρονόμοι γενέσθαι, αἱ συντετριμμένην ἔχουσαι τὴν καρδίαν καὶ πτωχαὶ τῷ πνεύματι, πεινῶσαι καὶ διψῶσαι τὴν δικαιοσύνην, τῶν τελείων ἐφιέμεναι τιμῶν. Διὰ τὴν ἄκραν αὐτῶν πρὸς Θεὸν ἀγάπην ἄκροις δώροις ἀμειφθήσονται.

Καὶ περὶ μὲν τῆς ἐλπίδος τοῦ σκοποῦ, ὁποῖον ὀφείλουσιν ἔχειν μάλιστα οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ παρθενίαν ἀσπασάμενοι, αὐτάρκως εἴρηται· [καὶ] περὶ δὲ τῆς συναγωγῆς καὶ τῆς ἱερᾶς συγκροτήσεως τῶν μοναστηρίων τῆς ἀδελφότητος, πῶς τε ὀφείλουσι συνδιάγειν καὶ συνδιατελεῖν ἀλλήλοις, δι᾽ ὁποίων τε πόνων καὶ ἱδρώτων καὶ ἐπιτηδεύσεων τοῦ προειρημένου σκοποῦ τῆς εὐσεβείας ἐπιτυχεῖν οἱ φιλαλήθεις δύνανται, ἀναγκαῖον διαλαλῆσαι, ὅπως καὶ τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν οὐράνιον πόλιν προθύμως οἱ σπουδαῖοι καὶ ἑδραῖοι ταύτης ἐπιβάντες, οὕτω τρέχωσιν, ἕως οὗ καταλάβωσι.

Πρῶτον πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι τοῦ Κυρίου βαίνειν ἐπιθυμῶν, ἀναχωρήσας τε τοῦ βίου καὶ τῶν κοσμικῶν ἡδονῶν, καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον δεδωκώς, ἀρνησάμενος κατὰ τὸ Εὐαγγέλιον πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, συγγένειαν, πλοῦτον, δόξαν, εὐγένειαν, καὶ ἐν τῷ μοναστηρίῳ γενόμενος, ὡς ἐπιμέστωμα πάντων τῶν καλῶν, τοῦτο προσθῇ· ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν. Τίς δέ ἐστιν ἡ ἄρνησις τῆς ἑαυτοῦ ψυχῆς; Τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι δοῦναι καὶ ἴδια θελήματα μὴ ἐκτελεῖν ὅλως, ἀλλὰ τῷ λόγῳ τοῦ Θεοῦ ἐκκρεμάσαντα ἑαυτόν, ἐκεῖθεν ταῖς ἁγίαις καὶ καθαραῖς τῶν δεσποτικῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατακοσμεῖσθαι, καὶ ταύτας σωτηριώδεις καὶ οἰκείας ἡγεῖσθαι· μὴ ἔχειν δὲ ὅλως τι ἐν ἰδίᾳ ἐξουσίᾳ, ἐκτὸς οὗ φορεῖ ἐνδύματος, ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύναται, τὰ ἐπιτασσόμενα αὐτῷ μόνον ἐπιτελῶν μετὰ χαρᾶς πάντοτε· καὶ ὡς ἠγορασμένος τιμίῳ αἵματι Χριστοῦ, καὶ ὡς δοῦλος εὐγνώμων, πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶτας κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας ἡγείσθω, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος καὶ πάντων δοῦλος.

Μὴ δόξαν καὶ τιμὴν ἢ ἔπαινον, ὅσον τὸ ἐν αὐτῷ, τῆς διακονίας ἢ τῆς πολιτείας παρ᾽ αὐτῶν τῶν ἀδελφῶν θηρεύων, κατὰ τὸ εἰρημένον· διακονοῦντες μετὰ πάσης εὐνοίας, μὴ ἐν ὀφθαλμοδουλίᾳ ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι Χριστοῦ· καὶ τῷ Κυρίῳ ἑαυτὸν ἐκδεδωκὼς τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ ὁδευέτω, καὶ ὡς τῆς βασιλείας ἐραστὴς τὸν ἐλαφρὸν καὶ χρηστὸν τοῦ Κυρίου ζυγὸν προθύμως καὶ μετὰ ἀγαλλιάσεως ὑπεισερχέσθω· ἅτε δὴ μεγάλης σωτηρίας πρόξενος ἑαυτῷ γινόμενος, ἐὰν μετὰ μακροθυμίας καὶ ὑπομονῆς ἕως τέλους ἐμμείνῃ ἐν τῇ καλῇ ταύτῃ καὶ ψυχωφελεῖ δουλείᾳ. Πάντας δὲ κυρίους ὡς Χριστοῦ οἰκείους καὶ τῆς βασιλείας κληρονόμους κατανοείτω, καὶ πᾶσαν ὑποταγὴν ἑκάστῳ, μάλιστα δὲ τοῖς προεστῶσι τῶν ἀδελφῶν καὶ τὰ βάρη τῶν φροντίδων τῆς μονῆς ἀναδεδεγμένοις ἀποπληρῶν, πάντοτε χρεώστην ἡγούμενος ἑαυτὸν τῆς μετὰ ἀγάπης καὶ ἁπλότητος πρὸς τοὺς ἀδελφοὺς διακονίας, κατὰ τὸ εἰρημένον· διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Καὶ πάλιν· μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.

Ἀλλὰ καὶ ὑμεῖς οἱ ἀσκηταί, οἱ προεστῶτες τῆς ἀδελφότητος, ὡς μεγάλου ἔργου ἐπιλαβόμενοι, οὕτως ἀγωνίσασθε διὰ τῆς ταπεινοφροσύνης πρὸς τὰς τῆς κακίας ἐντέχνους μεθοδείας, ἵνα μὴ πάθει ὑπερηφανίας, ὡς κατεξουσιάζοντες τῶν ἀδελφῶν καὶ ἀντεπαιρόμενοι αὐτῶν, ἀντὶ μεγίστου κέρδους ζημίαν τῇ ψυχῇ καὶ βλάβος μέγιστον προξενήσητε, ἀλλ᾽ ὡς εὔσπλαγχνοι πατέρες δουλεύειν ἑαυτοὺς διὰ τὸν Θεὸν ἐκδεδωκότες τῇ ἀδελφότητι, ἤπερ κυριεύειν, καὶ πάντα ὑπὲρ αὐτῶν φροντίζοντες σωματικῶς καὶ πνευματικῶς, καὶ ἑκάστου τὸ ὄφελος τῆς ψυχῆς σπουδάζοντες, ὡς τέκνων Θεοῦ τὴν ἐπιμέλειαν ποιεῖσθε· ἵνα οὕτω πᾶν τὸ ἱερὸν συγκρότημα τῆς ἀδελφότητος εἰς πνευματικὸν κέρδος περιποιούμενοι καὶ περιθάλποντες, τὸν ἐπουράνιον μισθὸν παρὰ Χριστοῦ ἀπολήψεσθε. Καὶ εἰς μὲν οὖν τὸ προφανὲς τὴν τάξιν τοῦ προεστῶτος φυλάττετε· οἷον τὸ διατάξασθαι, ἢ ἐπιτάξαι, ἢ συμβουλεῦσαι τοῖς δοκιμωτέροις τῶν ἀδελφῶν, ἢ ἐπιτιμῆσαί τινι, ἢ ἐλέγξαι ὅπου χρή, ἢ παρακαλεῖσθαι ὅπου δέοι, κατὰ τὸ ἀποστολικὸν παράγγελμα· ἵνα μὴ προφάσει ταπεινώσεως ἢ πρᾳότητος δι᾽ ἄγνοιαν ἐν συγχύσει ᾖ τὰ μοναστήρια, τὴν τάξιν τῆς ἀκολουθίας τῶν προεστώτων καὶ τῶν ὑπερβεβηκότων μὴ ἀποσῳζόντων.

Εἰς δὲ τὸ κρυπτόν, κατὰ τὸν νοῦν, ὡς δούλους ἀναξίους πάντων τῶν ἀδελφῶν ἑαυτοὺς ἡγεῖσθε· καὶ ὡς παιδαγωγοὶ καλοὶ δεσποτικὰ τέκνα ἐμπιστευθέντες, μετὰ πάσης εὐνοίας καὶ φόβου Θεοῦ ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἀγαθὸν σπουδάζετε, ὡς εἰδότες ὅτι μέγας καὶ ἀναφαίρετος μισθὸς ὑπὲρ τοῦ τοιούτου καμάτου παρὰ Θεῷ τετήρηται ὑμῖν. Καὶ ὥσπερ οἱ παιδαγωγοῦντες τοὺς παῖδας, πολλάκις τοὺς ἰδίους δεσπότας μαθημάτων χάριν, ἢ κατάστασιν ἠθῶν, μὴ φειδόμενοι, καὶ μάστιξι παιδεύουσι, πολλὴν ἔννοιαν καὶ σπουδὴν εἰς αὐτοὺς ἐνδεικνύμενοι, ἐλπίδι τοῦ γενέσθαι φρονίμους καὶ ἐνδόξους ἐν κόσμῳ· οὕτω καὶ οἱ προεστῶτες ἀσκηταὶ μὴ πάθει θυμοῦ καὶ ὑψηλοφροσύνης ἀμύνεσθε τοὺς ἀπαιδευτοῦντας καὶ νηπιάζοντας ἀδελφούς, ἀλλ᾽ εὐσπλαγχνίᾳ Χριστοῦ, καὶ σκοπῷ πνευματικῆς ὠφελείας, καὶ ἐλπίδι τοῦ χρησιμεῦσαι τοὺς ὑφ᾽ ὑμῶν παιδαγωγουμένους τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ἐν τοιούτῳ φρονήματι καταρτίζειν σπουδάζετε τὴν τῶν ἀδελφῶν νηπιότητα, ἑκάστῳ πρὸς τὸ συμφέρον, ὡς προείρηται. Εἴτε παρακλήσει, εἴτε ἐπιτιμήσει προφερόμενοι, μόνον ζήλῳ Θεοῦ καὶ σπλάγχνοις Χριστοῦ τὴν ἐπιστροφὴν ποιεῖσθε, καὶ μὴ πάθει κακίας ὡς ἑαυτοὺς ἐκδικοῦντες ἀμύνεσθε, ἵνα τέλειον ὑμῶν ὅνπερ διὰ τὸν Θεὸν ἀναδέχεσθε κάματον ἀποδείξαντες, τῆς οὐρανίου βασιλείας κληρονόμοι γένησθε· οὗτος γάρ ἐστιν ἀληθῶς ἀγγελικὸς βίος· ὅταν τοιούτῳ φρονήματι κατηρτισμένοι ὦσιν οἱ προεστῶτες καὶ οἱ ὑπερβεβηκότες, ὅταν ἀλλήλους πάντες οἱ ἀδελφοὶ μετὰ πάσης χαρᾶς ὑποτασσόμενοι ἀλλήλων κυρίους ἡγήσωνται, καὶ τῇ τιμῇ ἀλλήλους προηγούμενοι.

Ἁπλότητι οὖν καὶ ἀκεραιότητι καὶ ὁμονοίᾳ καὶ εἰρήνῃ καὶ ἀφελότητι καρδίας συνεῖναι ἀλλήλοις ὀφείλουσι. Μηδεὶς κατὰ τοῦ ἑτέρου ἐπαιρόμενος, ἑαυτὸν κρείττονα ἢ μείζονα κἂν τοῦ τυχόντος ἡγείσθω, ἀλλὰ τοὐναντίον ἐνδεέστερον πάντων ἀνθρώπων ἑαυτὸν ἡγούμενος ὡς μαθητὴς Χριστοῦ, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Καὶ πάλιν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος· καθὼς ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Καὶ ὁ Ἀπόστολος· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.

Παρακαλοῦμεν οὖν ὑμᾶς, ὡς μιμηταὶ Χριστοῦ εἶναι βουλόμενοι, εἰς ἀνάπαυσιν καὶ ὑποταγὴν ἀλλήλων καὶ χρηστὴν δουλείαν, εἰ δυνατὸν καὶ τὸ ὑπεραποθανεῖν τοῦ πλησίον ἑαυτοὺς εὐτρεπίσωμεν, ἔχοντες τὸν Κύριον τύπον καὶ ὑπογραμμὸν καὶ ἐν πᾶσιν ἀγαθοῖς συνεργοῦντα ἡμῖν, κατὰ τὸ εἰρημένον· τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν· ἵνα διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀζηλίας καὶ ἀτυφίας ὁ σύνδεσμος τῆς εἰρήνης ἐν ἑνὶ σώματι καὶ πνεύματι τοῦ Χριστοῦ ἐν τῇ ἀδελφότητι φυλάσσεσθαι δύνηται, ὑποτασσομένων ἀλλήλοις ἐν φόβῳ Κυρίου.