Πρῶτον πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι τοῦ Κυρίου βαίνειν ἐπιθυμῶν, ἀναχωρήσας τε τοῦ βίου καὶ τῶν κοσμικῶν ἡδονῶν, καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον δεδωκώς, ἀρνησάμενος κατὰ τὸ Εὐαγγέλιον πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, συγγένειαν, πλοῦτον, δόξαν, εὐγένειαν, καὶ ἐν τῷ μοναστηρίῳ γενόμενος, ὡς ἐπιμέστωμα πάντων τῶν καλῶν, τοῦτο προσθῇ· ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν. Τίς δέ ἐστιν ἡ ἄρνησις τῆς ἑαυτοῦ ψυχῆς; Τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι δοῦναι καὶ ἴδια θελήματα μὴ ἐκτελεῖν ὅλως, ἀλλὰ τῷ λόγῳ τοῦ Θεοῦ ἐκκρεμάσαντα ἑαυτόν, ἐκεῖθεν ταῖς ἁγίαις καὶ καθαραῖς τῶν δεσποτικῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατακοσμεῖσθαι, καὶ ταύτας σωτηριώδεις καὶ οἰκείας ἡγεῖσθαι· μὴ ἔχειν δὲ ὅλως τι ἐν ἰδίᾳ ἐξουσίᾳ, ἐκτὸς οὗ φορεῖ ἐνδύματος, ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύναται, τὰ ἐπιτασσόμενα αὐτῷ μόνον ἐπιτελῶν μετὰ χαρᾶς πάντοτε· καὶ ὡς ἠγορασμένος τιμίῳ αἵματι Χριστοῦ, καὶ ὡς δοῦλος εὐγνώμων, πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶτας κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας ἡγείσθω, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος καὶ πάντων δοῦλος.