Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν ἀδελφὸν Ἠλὶ τὸν ἱερέα

Ἐφραίμ ὁ Σύρος

Αντιπαραβολή του Ηλί με τον Μωυσή και τον Ιώβ και τελική προτροπή

Σύγκριση της αμέλειας του Ηλί με τον θεοσεβή ζήλο του Μωυσή και την ευσέβεια του Ιώβ, με κατακλείδα την προτροπή για στερέωση των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ἀλλ᾽ οὐ προσέσχε τούτοις· ὅθεν καὶ καρπὸν θανάτου δρεψάμενος ἀπῄει· εἵλετο γὰρ μᾶλλον προσκρούειν Θεῷ ἢ τῆς τῶν παρανόμων τέκνων συμπαθείας διαζευχθῆναι. Κἂν γὰρ ἐν τῷ προφανεῖ λόγῳ ἀπεχρήσατο, μὴ ποιεῖτε οὕτω, λέγων, ὦ τέκνα, ἀλλ᾽ ἐν τῷ ἀφανεῖ κεκοίνωται ἐν τῇ κακοπραγίᾳ τῶν παίδων. Ὅρα γὰρ καὶ τῆς ἀποκρίσεως τὸν νοῦν, φησὶ γάρ· Κύριός ἐστι, καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει· ἀντὶ τοῦ, ἐγὼ τοὺς ἐμοὺς παῖδας λυπῆσαι οὐκ ἀνέξομαι. Ἀλλ᾽ οὐδὲ ὑπὸ Μωυσέως παιδευθεὶς ἀπέστη τῆς πρὸς τοὺς παῖδας συμπαθείας· ὁ γὰρ Μωυσῆς δεξάμενος τὰς πλάκας καὶ καταβὰς ἐκ τοῦ ὄρους καὶ τὴν μοσχοποιΐαν θεασάμενος, ῥίψας τὰς πλάκας συνέτριψεν αὐτάς, καὶ πρόσωπον τοῦ ἑαυτοῦ ἀδελφοῦ οὐκ ἔλαβεν, ἀλλ᾽ ἐμβριθεστάτῃ φωνῇ τῷ Ἀαρὼν ἐνεκάλει λέγων· τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ᾽ αὐτοὺς ἁμαρτίαν μεγάλην; Ὁ δὲ Ἀαρὼν θεασάμενος τὸν ἴδιον ἀδελφὸν τῷ θείῳ ζήλῳ πεπυρωμένον, ἀπελογεῖτο οὕτω λέγων· μὴ ὀργίζου, κύριε, σὺ γὰρ ἐπίστασαι τὸ ὅρμημα τοῦ λαοῦ τούτου. Στὰς δὲ Μωυσῆς ἐπὶ τὴν πύλην τῆς παρεμβολῆς εἶπεν· εἴ τις πρὸς Κύριον, ἴτω πρός με. Καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευΐ.

Καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· θέσθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ καὶ διέλθετε ἀπὸ πύλης εἰς πύλην, καὶ ἀποκτείνατε ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. Καὶ ἐποίησαν υἱοὶ Λευῒ καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ τρισχίλιοι ἄνδρες. Καὶ εἶπεν αὐτοῖς Μωυσῆς· ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ ἕκαστος ὑμῶν ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ᾽ ὑμᾶς εὐλογίαν. Ὁ δὲ Ἰὼβ κηδόμενος τῶν τέκνων θυσίας καθ᾽ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῶν προσέφερεν, οὐ περὶ προφανῶν, ἀλλὰ καὶ περὶ τῶν κατὰ διάνοιαν ἁμαρτημάτων καθαροὺς αὐτοὺς εἶναι. Οὕτως ἄκρως ἐσπούδαζον οἱ δίκαιοι ἄμωμον παραστῆσαι τῷ Κυρίῳ τὸν καρπὸν τῆς ἑαυτῶν κοιλίας. Ὁ δὲ Ἠλὶ χαῦνος καὶ ἠμελημένος πρὸς τὴν τῶν τέκνων διόρθωσιν, οὐκ ἐξείλετο αὐτὸν τῆς ὀργῆς τοῦ Θεοῦ οὐ γῆρας σεμνόν, οὐ παλαιὰ παρρησία, οὐχ ἱερατικὴ τιμή. Ἡνίκα οὖν ἀκούωμεν τῶν θείων Γραφῶν, καὶ ἄρξηται ὁ Ἐχθρὸς ὑποσπείρειν τι τῶν ἰδίων κατὰ διάνοιαν, τῇ πίστει τεθεμελιωμένοι εἴπωμεν πρὸς αὐτόν· πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.