Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν ἀδελφὸν Ἠλὶ τὸν ἱερέα

Ἐφραίμ ὁ Σύρος

Η εξαγγελία της θείας τιμωρίας μέσω του Σαμουήλ και ο έλεγχος της αδιαφορίας

Η αποκάλυψη του Θεού στον Σαμουήλ και η οριστική καταδίκη του οίκου του Ηλί. Στηλιτεύεται ρητορικά η παθητικότητα του ιερέα μετά την αναγγελία της ποινής, με παράλληλη αναφορά στους κανόνες ιερατικής αγιότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Τίς ὁ κρίνων τοῦτον ἀνεύθυνον τοῦ κακοῦ, καίτοιγε μαθὼν παρὰ τοῦ πάντα συστησαμένου Θεοῦ τὴν ἐξενηνεγμένην κατ᾽ αὐτοῦ ἀπόφασιν; Ὁ δὲ φιλελεήμων Κύριος βουλόμενος τοῦτον ῥύσασθαι διὰ μετανοίας τῆς ἐπηρτημένης ὀργῆς, δι᾽ ἀκάκου παιδαρίου ἐδήλωσεν αὐτῷ τὰ ἤδη προδεδηλωμένα, ἵνα μὴ ὑπόνοιά τις ὑπεισελθοῦσα θαρσαλέον κατασκευάσῃ τὸν λογισμόν, ὡς καὶ ἐξ ἀνθρωπίνης θεωρίας τὴν πρόρρησιν λελέχθαι πρὸς αὐτόν, ἢ διὰ φθόνον, ἢ τινῶν βασκανίαν αὐτοῦ. Συνήγορον καὶ μάρτυρα καθίστησι τῶν προειρημένων, καθώς φησιν ἡ θεία Γραφή· καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἠλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν ἐν αὐτῷ· ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν ὅρασις διαστέλλουσα. Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἠλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ὁ λύχνος τοῦ Θεοῦ, πρὶν ἢ ἐπισκευασθῆναι· καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ Κυρίου, οὗ ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ· [καὶ κατέστη Σαμουὴλ] καὶ ἐκάλεσε Κύριος, Σαμουήλ, Σαμουήλ. Καὶ εἶπεν· ἰδοὺ ἐγώ. Καὶ ἔδραμε πρὸς Ἠλί, καὶ εἶπεν· ἰδοὺ ἐγώ, τί κέκληκάς με; Καὶ εἶπεν· οὐ κέκληκά σε· ἀνάστρεφε καὶ κάθευδε, τέκνον. Καὶ ἀνέστρεψε, καὶ ἐκάθευδε. Καὶ προσέθετο Κύριος ἔτι καλέσαι τὸν Σαμουήλ· καὶ ἐκάλεσε, Σαμουήλ, Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἠλὶ ἐκ δευτέρου καὶ εἶπεν· ἰδοὺ ἐγώ, τί κέκληκάς με;

Καὶ εἶπεν· οὐ κέκληκά σε· ἀνάστρεφε καὶ κάθευδε, τέκνον· καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι τὸν Θεὸν καὶ πρὶν ἢ ῥῆμα Κυρίου πρὸς αὐτόν. Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐκ τρίτου· καὶ ἀνέστη Σαμουὴλ καὶ ἐπορεύθη πρὸς Ἠλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, τί κέκληκάς με; Καὶ ἐσοφίσατο Ἠλὶ ὅτι κέκληκε Κύριος τὸ παιδάριον· καὶ εἶπεν· οὐ κέκληκά σε· ἀνάστρεφε καὶ κάθευδε, τέκνον. Καὶ ἔσται ἐὰν καλέσῃ σε ὁ καλῶν καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. Καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.

Καὶ ἦλθε Κύριος, καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτόν, ὡς ἅπαξ καὶ δίς· Σαμουήλ, Σαμουήλ. Καὶ εἶπε Σαμουήλ· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλὶ πάντα ὅσα ἐλάλησα, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ· ἄρξομαι καὶ συντελέσω. Καὶ ἀνήγγειλα αὐτῷ ὅτι ἐκδικῶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἕως τοῦ αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ἐν αἷς ἔγνω ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ οὐχ οὕτως.

Ὤμοσα τῷ οἴκῳ Ἠλί, εἰ ἐξιλασθήσεται ἁμαρτία ἐξ οἴκου Ἠλὶ ἐν θυμιάματι ἢ ἐν θυσίαις ἕως τοῦ αἰῶνος. Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ, καὶ ὤρθρισε τῷ πρωΐ, καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ ἐφοβήθη ἀναγγεῖλαι τὴν ὅρασιν Ἠλὶ Σαμουήλ.

Καὶ εἶπεν Ἠλὶ τῷ Σαμουήλ· τέκνον. Καὶ εἶπεν· ἰδοὺ ἐγώ. Καὶ εἶπε· τί τὸ ῥῆμα Κυρίου, τὸ λαληθὲν πρός σε τὴν νύκτα, τέκνον; Μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ἐκ πάντων λόγων τῶν λαληθέντων ἐν τοῖς ὠσί σου. Τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων. Καὶ ἀνήγγειλεν αὐτῷ Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ᾽ αὐτοῦ ῥῆμα. Καὶ εἶπεν Ἠλί· Κύριος αὐτός, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει.

Ὦ ἀσθένεια ψυχῆς πρὸς τήρησιν ἐντολῶν Θεοῦ! Ὧ παράνομος συνήθεια πρὸς τέκνα ἀσεβῆ! Πῶς οὐκ ἔφριξαν αἱ σάρκες αὐτοῦ ἐπὶ τοῖς ἀκουσθεῖσι! Πῶς οὐκ ἐτρόμασαν οἱ νεφροὶ αὐτοῦ! Πῶς οὐκ ἀνήγαγε θυμὸν πρὸς ἄμυναν υἱῶν αὐτοῦ παρανόμων, καθ᾽ ὁμοιότητα τοῦ ζήλου τοῦ Φινεές! Πῶς οὐ διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ηὐλίσθη ἐπὶ τῇ ἐξενηνεγμένῃ κατ᾽ αὐτοῦ καταδίκῃ, ἀλλ᾽ οὐδὲ ἐσαλεύθη! Οὐχ οὕτως ἠνόμησεν Ἄχαρ, ὁ τοῦ Χαρμί, νοσφισάμενος ἀπὸ τοῦ ἀναθέματος. Οἱ δὲ τοῦ Ἠλὶ υἱοὶ ἄσπονδοι καὶ δυσμενεῖς ὑπάρχοντες, εἰς αὐτὸν τὸν Δημιουργὸν ἠσέβουν, τὸν εἰπόντα τῷ Μωυσῇ καὶ Ἀαρών· ἐν τοῖς ἐγγίζουσί μοι, ἁγιασθήσομαι, καὶ ἐν πάσῃ συναγωγῇ δοξασθήσομαι. Καὶ πάλιν· εἶπον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραήλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἶπον αὐτοῖς· εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Θεῷ καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾽ αὐτῷ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ᾽ ἐμοῦ.