Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν ἀμελοῦντα

Ἐφραίμ ὁ Σύρος

Έκκληση προς τη ραθυμούσα ψυχή και προειδοποίηση για τη μέλλουσα κρίση

Παρότρυνση προς τον άνθρωπο να μην απελπίζεται από τις αμαρτίες του, σε συνδυασμό με την υπενθύμιση της οδύνης και της αιωνιότητας της μελλοντικής καταδίκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Πρὸς ψυχὴν ῥᾳθυμοῦσαν Ψυχή, μὴ κατάπιπτε, μηδὲ θλίβου· μὴ προσλογίζου σεαυτὴν ἐν πλήθει ἁμαρτίας· μὴ ἐπισπῶ τὸ πῦρ πρὸς σεαυτήν· μὴ λέγε ὅτι ἀπέρριψέ με ὁ Κύριος ἀπὸ προσώπου αὐτοῦ, οὐ γὰρ μὴ ἀρέσει τῷ Θεῷ ὁ λόγος οὗτος, καθότι αὐτὸς βοᾷ πρὸς σὲ λέγων· λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησα;

Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἀκούεις, ψυχή, τὴν τοῦ Κυρίου ἀγαθότητα; Μὴ γὰρ ὑπὸ χεῖρα ἄρχοντος ἢ στρατηγοῦ ἐπράθης ὡς κατάδικος; Μὴ θλίβου, ὅτι ἐσπάνισάς σου τὸν πλοῦτον· μὴ αἰσχύνῃ ἐπιστρέψαι, ἀλλὰ μᾶλλον εἰπέ, ὅτι ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου.

Ἀνάστα, ἐλθέ. Ὑποδέχεταί σε· οὐκ ὀνειδίζει σε· μᾶλλον καὶ χαίρεται ἐπὶ τῇ ἐπιστροφῇ σου. Ἐκδέχεταί σε· σὺ μόνον μὴ αἰσχυνθῇς καθὼς ὁ Ἀδάμ, μηδὲ κρυβῇς ἀπὸ προσώπου Θεοῦ. Διὰ σὲ ὁ Χριστὸς ἐσταυρώθη, καὶ ἀπορρίψαι σε ἔχει; Μὴ γένοιτο! Οἶδε γὰρ τὸν θλίβοντα ἡμᾶς, καὶ οὐδεὶς βοηθῶν, εἰ μὴ αὐτὸς μόνος. Ὁ Χριστὸς οἶδεν ὅτι ἄνθρωπος ταλαίπωρός ἐστι. Μὴ οὖν ὀλιγωρήσωμεν, ὡς τὸ πῦρ προσκείμενοι. Οὐ χρείαν ἔχει ὁ Χριστὸς βαλεῖν εἰς τὸ πῦρ· οὐ ποιεῖ αὐτῷ κέρδος ἀποστείλας ἡμᾶς εἰς τὴν κόλασιν.

Θέλεις δὲ μαθεῖν τὰ τῆς κολάσεως πράγματα; Τοῦ γὰρ ἁμαρτωλοῦ διωκομένου ἀπὸ προσώπου Θεοῦ, τὴν κραυγὴν τοῦ κλαυθμοῦ αὐτοῦ οὐ μὴ ὑποστῶσι τὰ θεμέλια τῆς οἰκουμένης· γέγραπται γάρ· ἡ ἡμέρα ἐκείνη, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς. Καὶ γάρ, ἐὰν ἄνθρωπος κατάδικος λάβῃ ἐξορίαν ὑπὸ ἄρχοντος, ἔτη δύο ἢ πέντε ἢ δέκα, ποῖον πένθος καὶ αἰσχύνην καὶ κλαυθμὸν δοκεῖς ἔχειν τὸν ἄνθρωπον ἐκεῖνον; Ἀλλὰ ἐκεῖνος μὲν ἔχει παράκλησιν, τὸ τέλος τοῦ χρόνου ἐκδεχόμενος.

Θέλομεν οὖν καὶ τῶν ἁμαρτωλῶν τὸν χρόνον μαθεῖν· πῶς μέλλουσι τὴν ἐξορίαν προσκεῖσθαι, εἴκοσιν ἔτη ἢ νʹ ἢ ρʹ ἢ ςʹ; Πῶς δὲ ἔχομεν ἀριθμῆσαι τὸν χρόνον, ἐνιαυτῶν τε μηκέτι προσκειμένων εἰς ἀριθμὸν ἡμερῶν; Οὐαί, οὐαί! Ἀπροσδόκητος ὁ χρόνος οὗτος· καὶ γὰρ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς.