Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν ἀμελοῦντα

Ἐφραίμ ὁ Σύρος

Το παράδειγμα του ασώτου υιού και η θεία φιλανθρωπία

Κάλεσμα σε θαρραλέα μετάνοια με επίκεντρο το βιβλικό πρότυπο του ασώτου υιού και την άπειρη αγαθότητα του Θεού απέναντι στον αμαρτωλό που επιστρέφει.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἀκούεις τὴν τῶν ἁμαρτωλῶν στενοχωρίαν; Μὴ οὖν σεαυτὸν καταισχύνῃς πρὸς τὴν ἀνάγκην ἐκείνην· οὐ γὰρ μὴ ὑποστῇς πρὸς τὴν ἀπειλήν. Πλῆθος ἔχεις ἁμαρτιῶν; Μὴ οὖν κατευλαβηθῇς τοῦ βοᾶν πρὸς Θεόν. Πρόσελθε, μὴ αἰσχυνθῇς.

Τὸ στάδιον ἐγγύς. Ἀναστὰς ἀποτίναξον τὴν ὕλην τοῦ κόσμου. Μίμησαι τὸν ἄσωτον υἱόν, ὅτι σπανίσας πάντα ἦλθεν ἀναιδῶς πρὸς τὸν πατέρα· ὁ δὲ πατὴρ τὴν τούτου αἰχμαλωσίαν μᾶλλον ἐζήτησεν ἢ τὸν ἐξ ἀρχῆς ἐσπανισμένον πλοῦτον.

Οὕτως ὁ ἀναιδῶς προσελθών, εὐγενῶς εἰσῆλθε· γυμνὸς παραγενόμενος, ἐστολισμένος ἀπεδείχθη· μίσθιον ἑαυτὸν ἀποδείξας, εἰς τὴν δεσποτικὴν τάξιν ἀπεκατεστάθη. Πρὸς ἡμᾶς ὁ λόγος. Ἀκούεις τὴν τοῦ υἱοῦ ἀναίδειαν πόσα κατώρθωσε;

Κατανοεῖς δὲ καὶ τὴν τοῦ πατρὸς ἀγαθότητα; Καὶ σὺ οὖν, ψυχή, μὴ ἐντραπῇς. Κροῦσον! Ἀνάγκην προσδοκᾷς; Ἐπίμεινον τῇ θύρᾳ, καὶ λαμβάνεις ὅσων ἂν χρῄζεις, κατὰ τὴν θείαν Γραφὴν τὴν λέγουσαν· διά γε τὴν ἀναίδειαν αὐτοῦ, ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει. Οὐκ ἀπορρίπτει σε, οὐκ ὀνειδίζει σε διὰ τὸν ἐξ ἀρχῆς πλοῦτον ἐσπανισμένον, ἄνθρωπε.