Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον
Ποιμαντική ευθύνη και πνευματική καθοδήγηση
Νουθεσίες προς τους ηγουμένους για την ποιμαντική τους μέριμνα και την αποφυγή της φιλαρχίας, καθώς και προς τους υποτακτικούς για την υπακοή τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντική ευθύνη και πνευματική καθοδήγηση
Νουθεσίες προς τους ηγουμένους για την ποιμαντική τους μέριμνα και την αποφυγή της φιλαρχίας, καθώς και προς τους υποτακτικούς για την υπακοή τους.
λεʹ. Μὴ ἐπιθύμει γὰρ ἀρχὴν ψυχῶν, μήπως οὔπω ἐπέβης τοῖς τῆς ἀπαθείας μέτροις καὶ σεαυτὸν βλάψῃς καὶ τοὺς ἑπομένους σοι. Εἰ δὲ ἄκων ἕλκῃ, φροντίδα ποιοῦ, οὐχ ἵνα τὰ σὰ θελήματα ποιῇς, ἀλλὰ τοῦ ἐμπιστεύσαντός σοι τῶν λογικῶν προβάτων τὴν ἐπιμέλειαν. Λέγει γὰρ διὰ τοῦ προφήτου Ἐζεκιήλ· Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; Οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἀπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρωμα ἐπὶ τὰ ὄρη πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· καὶ διεσπάρη τὰ πρόβατά μου ἐπὶ πάντα ὄρη καὶ ἐπὶ πάντα βουνὸν ὑψηλόν, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη· καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀποστρέφων. Διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον Κυρίου. Ζῶ ἐγώ, λέγει Κύριος· Εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομήν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν.
Ἀντὶ τούτου, ποιμένες, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.
λϛʹ. Νοεῖν τοιγαροῦν χρὴ ἀληθῶς, ἡλίκον κίνδυνον ἔχει τὸ καταφρονητικῶς καὶ ἠμελημένως φροντίζειν τῶν ὑποτεταγμένων. Χρὴ τοίνυν τὸν ἡγούμενον ἐπιστημονικώτατον εἶναι καὶ διεγηγερμένον πρὸς σωτηρίαν τῶν ἀρχομένων, καὶ κατανοεῖν ἑκάστου τὸ βῆμα, τὸ κίνημα, τὸν στολισμόν, καὶ τὰ ἀπρεπῆ διελέγχειν, χειραγωγεῖν δὲ πρὸς τὰ βέλτιστα. Οἱ γὰρ διδάσκαλοι οὐ μόνον τῶν στοιχείων τοὺς χαρακτῆρας τοῖς μαθητευομένοις ὑποδεικνύουσιν, ἀλλ᾽ ἀκρίτων στιγμῶν καὶ ἑκάστης στιγμῆς τὸν ἴδιον τόπον ὑποτίθενται· οὕτω χρὴ καὶ τὸν προεστῶτα ἄχρι τῶν μικροτάτων τῶν πρὸς σωτηρίαν συντεινόντων ὑποτιθέναι τοῖς ἀδελφοῖς, καὶ τὰς ἠπειλημένας τιμωρίας τοῖς ῥᾳθύμοις ἐπιλέγειν ὀφείλει, ἵνα τεῖχος γενόμεναι εἴργωσι τὸν αἴτιον ἀπὸ τοῦ ἀναιτίου. Οὕτως οἱ λύκοι καθορῶντες τὴν τοῦ ποιμένος ἐπιμέλειαν, φεύγουσι τῆς ἀγέλης τῶν λογικῶν προβάτων.
λζʹ. Οὐδὲν οὕτως ἀνάγει ψυχὴν πρὸς σωτηρίαν καὶ νεανικωτέραν πρὸς τοὺς πόνους καθίστησιν, ὡς τὸ εὑρεῖν διδάσκαλον ἔργῳ τὴν ἀρετὴν κηρύττοντα κατὰ τὸν λέγοντα· ἀπ᾽ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσατε. ληʹ. Χρὴ δὲ καὶ ἡμᾶς τοὺς μαθητευομένους μὴ ἀνηκόους εἶναι, μηδὲ ἀντιλέγοντας, ἀλλὰ πᾶσαν ταπεινοφροσύνην δείκνυσθαι ἐνώπιον τοῦ Θεοῦ καὶ ἀνθρώπων. Εἰ δὲ συμβῇ τὸν παιδεύοντα λόγῳ μὲν τὴν ἀρετὴν κηρύττειν, τῆς δὲ ἐργασίας παραμελεῖν, μὴ ἐκ τῆς ὑποθέσεως δῶμεν χώραν τῷ ἐξεναντίας ἐπὶ διαστροφῇ τῆς ἡμετέρας ψυχῆς. Ἀλλὰ μνημονεύσωμεν τοῦ εἰπόντος· ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι.
Πάντα ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ καὶ οὐ ποιοῦσι. λθʹ. Τήρει σεαυτὸν πάντοτε μὴ τιθέναι πρόσκομμα ἢ σκάνδαλον τῷ πλησίον, φοβούμενος τὴν ἀπειλὴν τοῦ εἰπόντος διὰ τοῦ προφήτου· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ· καὶ πάλιν· τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων.
Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. Διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν εἰς προνομήν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν.
Μὴ οὖν ὦμεν φίλαυτοι· ἐκ ταύτης γὰρ αἱ κακίαι, ὡς βλαστοί τινες, ἀναφύονται. Τῆς δὲ φιλαυτίας καθαιρετικὴ ὑπάρχει ἡ ἀγάπη, ἅπαντας ἕλκουσα πρὸς ὁμόνοιαν καὶ συσφίγγουσα. Μέγα γὰρ καὶ τίμιον κτῆμα ἡ ἀγάπη· ἀγωνίζου οὖν ταύτης μὴ ἀποπεσεῖν. Κηδόμενοι τοιγαροῦν τῆς ἑαυτῶν σωτηρίας φεισώμεθα τῶν ἰδίων μελῶν, τύποι ἀρετῆς καθιστάμενοι τῷ πλησίον ἐν πίστει, ἐν ἀγάπῃ, ἐν ὑπομονῇ, ἐν ἁγνείᾳ, ἐν ὑποταγῇ, ἐν ταπεινοφροσύνῃ, ἐν φόβῳ Θεοῦ· μὴ τοῖς κακίστοις θελήμασι συναπαγόμενοι, ἀλλὰ τοῖς τοῦ πνεύματος ἐναθλοῦντες πόνοις· ἡ γὰρ τρυφὴ καὶ ἡ ἄνεσις τῷ ἀρίστῳ βίῳ ἀντίκεινται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.