Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον

Ἐφραίμ ὁ Σύρος

Μνήμη θανάτου, πένθος και νέκρωση των παθών

Διδασκαλία για την ωφέλεια της μνήμης του θανάτου και της κατάνυξης, με παραδείγματα για την αποφυγή της κοσμικής παλινδρόμησης και των σωματικών ηδονών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 10

μʹ. Ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ βαδίσωμεν, τὸν συντριμμὸν τῆς καρδίας ἀγαπῶντες, ἵνα διαμείνῃ ἡμῖν ἡ τοῦ θανάτου μνήμη καὶ ἐλευθερωθῶμεν τῆς καταδίκης. Οὐαὶ γάρ, φησίν, οἱ γελῶντες, ὅτι κλαύσετε καὶ πενθήσετε· μακάριοι δὲ οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Ἐγκύψωμεν ἐν μνημείῳ καὶ ὀψώμεθα τῆς φύσεως ἡμῶν μυστήρια· τὴν ἐπάλληλον τῶν ὀστέων σωρόν, κρανία σαρκῶν γεγυμνωμένα, καὶ τὰ λοιπὰ τῶν ὀστέων· ἐκεῖνα δὲ θεασάμενοι, ἑαυτοὺς ἐν ἐκείνοις ὀψώμεθα. Ποῦ τοῦ παρόντος ἄνθους τὸ κάλλος καὶ ἡ εὐχροία τῆς παρειᾶς; Ταῦτα δὴ ἐνθυμούμενοι, παυσώμεθα τῶν σαρκικῶν ἐπιθυμιῶν, ἵνα ἐν τῇ ἀναστάσει μὴ καταισχυνθῶμεν.

Μνημόνευε δὲ τῆς ἐμῆς ἀσθενείας ἐπὶ τῶν προσευχῶν σου, σεαυτοῦ μὴ ἀμελῶν, ὅπως μνησθῇ μου Κύριος ὁ Θεός, τῷ σκώληκι καὶ σαπρίᾳ ὑπάρχοντι· καὶ ῥύσηταί με τῶν ἐπηρτισμένων βασάνων τοῖς ἁμαρτωλοῖς, καὶ ἀξιώσῃ τῆς τρυφῆς τοῦ παραδείσου. Ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δικαιοσύνη καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἀμήν.

μαʹ. Ἀδελφός τις πρᾶγμα διηγεῖτο τοιοῦτο, αὐτήκοος παρ᾽ ἑτέρου ἀδελφοῦ. Ἄνθρωπός τις ἦν ἐν πόλει τινί, καὶ οὗτος ἦν ἔχων μίσθιον μεθ᾽ ἑαυτοῦ, ᾧ ἐθάρρει πᾶσαν τὴν ὑπόληψιν αὑτοῦ. Τοῦτον ὑπεισῆλθε λογισμὸς ἀναχωρῆσαι πρὸς τὸν μονήρη βίον. Ὁ δὲ τούτου αὐθέντης σχεδὸν πάντα ἐποίει, βουλόμενος ἐκκόψαι τοῦ σκοποῦ τὸν νεώτερον, καθότι ἦν ἐννοῶν τοῖς αὐτοῦ πράγμασι, καὶ οὐκ ἴσχυσε περικρατὴς γενέσθαι τοῦ νεανίου.

Ἀποταξάμενος τοίνυν ὁ νεώτερος ἐξῆλθεν εἰς τοὺς ἀδελφούς. Μετ᾽ ὀλίγα δὲ ἔτη ἤρξατο πολεμεῖσθαι τοῦ ὑποστρέψαι εἰς τὸν κόσμον, καὶ ἀφεὶς τὸ κελλίον αὑτοῦ ἀνεχώρει πρὸς τὸν αὑτοῦ αὐθέντην, ὡς δῆθεν πρὸς ἐπίσκεψιν τοῦ ἀνδρός. Ὑπεδέξατο δὲ ὁ ἀνὴρ τὸν ἀδελφὸν ἀσμένως ἅπαξ καὶ δίς. Τὴν δὲ τρίτην κάθοδον περιάρας ὁ ἀδελφὸς τὸ προσωπεῖον τῆς ὑποκρίσεως ἐνέφηνεν τῷ ἀνδρὶ τὸ κεκρυμμένον ἐν ἑαυτῷ πάθος, εἰπών· ἐπειδὴ οὐκέτι δύναμαι ὑπενεγκεῖν τὸν ζυγὸν τοῦ μονήρους βίου, παρακαλῶ σε, κύριε, δέξαι με μετὰ σεαυτοῦ καὶ ἔχε με κατὰ τὴν ἀρχαίαν τάξιν. Ἐλπίζω γὰρ πλέον ἐννοεῖν ἐν τοῖς σοῖς πράγμασιν, ὑπὲρ ὃ ἤμην· ἀκηκόειν γὰρ παρὰ σοῦ, ὅτι καὶ τὴν θυγατέρα σου ἔμελλές μοι ἐκδοῦναι εἰς γυναῖκα. Ὁ δὲ ἀνὴρ ἀπεκρίνατο πρὸς αὐτόν· εἰ τῷ Θεῷ οὐκ ἐφύλαξας τὴν συνείδησιν, ἐμοὶ πῶς ἔχεις φυλάξαι;

Ὁ δὲ ὑπὸ τοῦ λόγου, ὡς ὑπὸ μάστιγος πληγείς, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Τοιγαροῦν μὴ ἐκκακῶμεν τοὺς πόνους ὑπομένοντες, διότι γέγραπται· οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. μβʹ. Ἀκακίαν ἔχε πρὸς ὑποδοχὴν τῶν ἐντολῶν τοῦ Θεοῦ· πανουργίαν δὲ πρὸς τὸ ἀποκρούσασθαι τὰς μεθοδείας τοῦ Ἀντικειμένου.

μγʹ. Ἀπότομε σοφῶς τὰς βλαβερὰς συντυχίας, ἵνα ὁ ἔσω ἄνθρωπος ἠρεμήσῃ καλῶς. μδʹ. Μὴ ἴσθι δόλιος καὶ περίπικρος τῇ προαιρέσει, ἵνα μὴ ὑποσκελισθῇς, ὅταν δοκεῖς ἐστηρίχθαι. μεʹ. Ἀοργησίαν ἄσκει, ἵνα μὴ μεθύσκῃ ἄνευ οἴνου ὑπὸ κακίας καὶ μήνιος βαρούμενος.

μϛʹ. Μὴ ἴσθι φιλήδονος καὶ καταφρονητής, ἵνα μὴ βλασφημηθῇ ὁ Κύριος διὰ σοῦ. μζʹ. Μὴ συνδιάτριβε μιμολόγοις, ἵνα μὴ παραφθαρῇ σου τὰ νοήματα· αἱ γὰρ ῥήσεις αὐτῶν βλαβεραὶ σφόδρα. Τοὺς γὰρ πρεσβύτας νεωτερίζειν παρασκευάζουσι· τοὺς δὲ νέους ἕλκουσι πρὸς τὴν ἐνέργειαν τῆς ἀνομίας.

μηʹ. Κακῶν ἀνδρῶν τὰς συμβουλίας ἀποστρέφου· δούλους γὰρ παρέστησαν ἑαυτοὺς γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα παθῶν. μθʹ. Οὐ δύναται πόρνος ἀγαπᾶν τὸν τὸ πάθος βδελυττόμενον, οὐ κλέπτης τὸν τὴν ἀδικίαν ἀποσειόμενον· ἀλλὰ τῷ ὁμοίῳ προσκολληθήσεται ἀνήρ.

νʹ. Μὴ γλυκανθείη σοι ἡ ἡδονή, ἵνα μὴ πικρανθῇ σοι ἡ βάσανος αὐτῆς. ναʹ. Προσδόκα καθ᾽ ἑκάστην τὴν ἔξοδόν σου καὶ εὐτρεπίζου πρὸς τὴν αὐτῆς πορείαν· ἣν γὰρ οὐ προσδοκᾷς ὥραν, ἐλεύσεται τὸ πρόσταγμα τὸ φοβερόν, καὶ οὐαὶ τῷ ἀνετοίμῳ. Καλὴ ἡ κατάνυξις, ψυχὰς γὰρ ἀνθρώπων ἰᾶται.

νβʹ. Οὐδεὶς κλαίων ἁμαρτήσει ποτέ· καὶ οὐδεὶς ἐν κατανύξει ὤν, λογίζεται τὸ κακόν. Ἐκ γὰρ κατανύξεως ἔρχεται κλαυθμός· ἐν δὲ τῷ κλαυθμῷ ἔλλειψις καὶ ἀποχὴ κακῶν ἐμπορεύεται. νγʹ. Ζήτει ἐν τίνι νικήσῃς τὰς ἡδονάς· τοῦτο γὰρ συμβάλλεται τῇ σῇ ἐργασίᾳ.

νδʹ. Ἡδονῶν καταλυτήριόν ἐστι, προηγούμενοι μὲν τὸ συνεχῶς προσεύχεσθαι καὶ νηφόντως· ἔπειτα ἐπικρατεῖν τὸν νοῦν καὶ ἁγνὴν τὴν διάνοιαν· μὴ προφέρειν ἄτακτον ῥῆμα καὶ τῆς προσηκούσης χρείας ἀνακόλουθον, πεπεισμένοι ὅτι κριτὴς ἀπαραλόγιστός ἐστιν ὁ Κύριος. Καὶ ἡ προσοχὴ τοῦ νοῦ καὶ ἡ προσδοκία τοῦ κρίματος ἐξαφανίσει τὸ γαργαλιζόμενον ἔνδον, καὶ τὴν ἀκμάζουσαν ἐπιθυμίαν καταμαρανεῖ, καὶ ἔσται ἐν εὐδίᾳ ἡ τοιαύτη ψυχή.