Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον

Ἐφραίμ ὁ Σύρος

Βασικές αρχές της μοναχικής διαβίωσης και των σχέσεων

Προτροπές για την εγκράτεια, τη σιωπή, τη φύλαξη των αισθήσεων, την υπακοή και την αρμονική συμβίωση με τους αδελφούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 10

βʹ. Σὺ δὲ ἐπίμενε ἐν τοῖς πνευματικοῖς, ἵνα διαμείνῃ σοι ἡ τοῦ Θεοῦ μνήμη, τοὺς ἀνωφελεῖς λόγους βδελυσσόμενος· καθότι δυσωδίαν καὶ εὐωδίαν οἰκεῖν ὁμοθυμαδόν, ἔστι τῶν ἀμηχάνων. γʹ. Ἴσθι ἀκριβὴς πρὸς συγκατάβασιν, εἴτε ἐν ὁδῷ εὑρεθῇς, εἴτε ἐν πλοίῳ, εἴτε ἐν κελλίῳ, εἴτε νεωτέρῳ συνδιαιτήσῃ, εἴτε πρεσβυτέρῳ. Ἐν γνώσει καὶ διακρίσει ἔστωσάν σου οἱ πόνοι, ἵνα μηδὲν τῶν εἰργασμένων ζημιωθῇς.

δʹ. Σιτίοις χρῶ λιτοῖς καὶ ἀναγκαίοις, μήποτε παχυνθῇ σου ἡ διάνοια ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Οἱ γὰρ ὑπὸ τοιούτου πάθους ὑποκλαπέντες οὐ πορνείαν τὴν πορνείαν ἡγοῦνται, οὐ μοιχείαν τὴν μοιχείαν, οὐδ᾽ ὅσα τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεὸν κατεργάζονται, παραιτοῦνται, ἀλλὰ πάντα ἀδεῶς πράσσουσιν, οὐδὲ τῶν ἐν βορβόρῳ χοίρων ἀπεοικότες. Οὐ Νόμου μνημονεύοντες, οὐ Προφητῶν, οὐκ αὐτοῦ τοῦ Κυρίου τοῦ ἐνανθρωπήσαντος ἐπὶ ἀνατροπῇ τῆς ἀνόμου ἁμαρτίας. Ἀλλὰ τῆς εὐσεβείας μορφῇ ἐπερειδόμενοι ἐναβρύνονται· τῇ γὰρ ἡγεμονίᾳ τῶν φρενῶν πληγέντες διὰ τῆς ἀμελείας καὶ ἀφοβίας Θεοῦ, ἐσκότωνται, τὰ ἐναντία πράσσοντες. Μὴ οὖν ἐμπαθὴς ἔχε περὶ κρεῶν καὶ οἰνοποσίας, ἵνα μὴ τὸν νοῦν ἄχρηστον ἀπεργάσῃ πρὸς ὑποδοχὴν τῶν πνευματικῶν χαρισμάτων.

εʹ. Ἐὰν διαλέγῃ μετὰ ἀδελφοῦ περὶ λογισμῶν καὶ διολισθήσῃ σου ἡ γλῶσσα τοῦ καλῶς ἔχοντος, τῆς ψυχῆς κατακαμφθείσης ὑπὸ ἡδονικῶν λογισμῶν, ὅρα μὴ τὴν σεαυτοῦ κατάγνωσιν συσκιᾶσαι βουλόμενος χρήσῃ τῇ μωρολογίᾳ καὶ εὐτραπελίᾳ πρὸς τὸ μὴ ἐλεγχθῆναι ὑπὸ τοῦ πλησίον, καὶ σὺ μὲν ἐκεῖνον ἐν τούτοις οὐ πληροφορήσῃς, σεαυτὸν δὲ παραδῷς ἀλάστορι δαίμονι. Ἀλλὰ μᾶλλον χρῶ τῇ προσευχῇ καὶ τῇ ἡσυχίᾳ, καὶ ἐπανελεύσεται ἐπὶ σὲ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, καὶ ἐκφεύξῃ φρενῶν παραπληξίαν.

ϛʹ. Ἐὰν ἐμπιστευθῇς ἀρχάριον, μὴ πολὺς καταγίνου τῇ πρὸς ἐκείνου συμπαθείᾳ· ὑπὲρ ᾧ ἀπαίτει παρὰ τοῦ Δημιουργοῦ, ἐάνπερ σχολάζῃ πρὸς τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου, μήποτε συγκατασπασθῇς· οὐδὲ γὰρ τοῦ σκάφους ἀποπεσόντος, ἤδη καὶ τῆς νηὸς καταφρονητέον.

ζʹ. Ἐν γνώσει Κυρίου ἔστωσάν σου αἱ πράξεις καὶ ὑπὸ διαβολικῶν βρόχων οὐκ ἐμπλακήσῃ· ἔθος γὰρ αὐτοῦ ἐστι διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κατεργάζεσθαι. ηʹ. Ἐὰν παρακαλῇς ἡγούμενον ὑπὲρ ἀδελφοῦ τῆς μονῆς ἐκβεβλημένου, ὡς διαστροφὴν τῇ ἀδελφότητι ποιησαμένου, μὴ ἀποβιάζου περὶ τούτου τὸν πατέρα· ἀλλ᾽ ἴσθι ὡς ὑπομιμνήσκων, καταλιμπάνων τῷ Θεοῦ βουλήματι, μήπως οὔπω εἰς αἴσθησιν ἐλήλυθε τῆς ἑαυτοῦ κακοφροσύνης καὶ βλάβην ἐμποιήσῃ τῇ ἀδελφότητι διὰ τῆς εἰσόδου· καὶ γὰρ σπινθὴρ ἐν ἅλωνι ἐμπεσὼν ὅλου τοῦ ἐνιαυτοῦ τὸν κάματον ἐμπίπρησι.

θʹ. Ὅτι δεῖ ἕκαστον βαστάζειν τὸν πλησίον διὰ τὴν εἰς Θεὸν ἐλπίδα. Οὐαὶ δὲ τῷ βασταζομένῳ καὶ μὴ συνιέντι. ιʹ. Ὁ καθεζόμενος ἐν τῇ ἐρήμῳ τριῶν πολέμων ἀπαλλάττεται· ὁράσεως, ἀκοῆς καὶ λαλιᾶς. Ὁ δὲ ἐν συστήματι ἀδελφῶν ἡσυχάζων τριῶν καὶ αὐτὸς ἀπαλλάττεται· τοῦ ἀγοράζειν καὶ πιπράσκειν καὶ λῃστῶν ἐπιδρομῆς.

Χρὴ οὖν λοιπὸν τὴν ἑαυτοῦ συνείδησιν φυλάξαι. ιαʹ. Ἐὰν δὲ λέγῃ πρὸς ἡλικίαν νεάζουσαν καὶ τῇ εὐχροίᾳ ἐπανθοῦσαν, τήρησον ὀφθαλμόν, μήποτε ἡ ἐπιθυμία ἐπιθολώσῃ σου τὸν νοῦν καὶ ἄρξῃ ἐξέλκειν λόγους ἐμπαθείας πλήρεις ὄντας· καὶ εὑρεθῇς ἄκροις χείλεσι περὶ σωφροσύνης ὁμιλῶν, ἀσελγαίνων δὲ τῇ ψυχῇ, ὅλως τοῦ μέρους ἐκείνου γεγονώς.

Ἀλλ᾽ ὅταν ἐμπέσῃ σοι ἡ τοιαύτη συντυχία, διὰ συντόμου τὸν λόγον ἀποτεμών, ἐπιλαβοῦ τῆς σιωπῆς. Φησὶ γὰρ ἡ Γραφή· ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ. Αἱ γὰρ συνεχεῖς περὶ τὰ τοιαῦτα ὁμιλίαι οὐ τὴν τυχοῦσαν βλάβην ἐμποιοῦσι τῇ ψυχῇ. Κολόβωσον οὖν περὶ τὰ τοιαῦτα ἐρευνᾶν, ἀγωνιῶν μήποτε ἡ ἁμαρτία ἀποπλανήσασά σε τῇ πολλῇ ὁμιλίᾳ παρασκευάσῃ διαπράξασθαί τι τῶν μὴ ἀνηκόντων.

ιβʹ. Ὅσον τις τὸ ἑαυτοῦ θέλημα ἀποκόπτει καὶ ταπεινοῖ, τοσοῦτον εἰς προκοπὴν ἕλκεται. Ὅσον δὲ ἐνστατικωτέρως ἔχει πρὸς τὸ ἴδιον θέλημα, τοσοῦτον ἑαυτῷ ὕβριν καὶ ζημίαν ἐπιφέρει. Μὴ θέλε οὖν δουλεύειν θελήματι ἰδίῳ, ἀλλὰ μᾶλλον ὑπήκοος γενοῦ τῷ θελήματι τοῦ Θεοῦ.