Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον
Καταπολέμηση της αθυμίας και των λογισμών εγκατάλειψης
Ανάλυση του πειρασμού της ακηδίας, της θλίψης για την πενία και την αφάνεια, και παραινέσεις για υποταγή στο θέλημα του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Καταπολέμηση της αθυμίας και των λογισμών εγκατάλειψης
Ανάλυση του πειρασμού της ακηδίας, της θλίψης για την πενία και την αφάνεια, και παραινέσεις για υποταγή στο θέλημα του Θεού.
κεʹ. Ἐὰν ὑπεισέλθῃ σοι λογισμὸς μεταβῆναι ἀπὸ τόπου, καὶ παραγενόμενοί τινες λόγῳ συμπαθείας, καὶ εἷς μὲν συνείσῃ τῇ διαστάσει, ὡς εὔλογον τὴν λύπην ὑφίστασαι, μὴ ἀκρίτως ἀποδέχου τὴν τούτου βουλήν. Εἰ δέ τις ἄρξηταί σε διελέγχειν καὶ παρακαλεῖν, οὗτος μᾶλλον τοῦ προτέρου ἀποδεκτέος· οἱ τοιοῦτοι γὰρ μᾶλλον κήδονται τῆς σωτηρίας τῶν ἀδελφῶν.
κϛʹ. Περὶ δὲ τῶν ἐξ ἀθυμίας τικτομένων λογισμῶν, μάλιστα τοῖς καταμόνας ἡσυχάζουσιν, οἶμαι μὴ ἀγνοεῖν τοὺς πολλούς· βούλομαι δέ σε καὶ περὶ τούτων διαβεβαιῶσαι. κζʹ. Ἡνίκα ψυχὴ πάθῃ πρόληψιν ὑπὸ τῶν αἰσθητῶν, ἀποστάτης λοιπὸν ὁ νοῦς γενόμενος τῆς καλῆς ἐκείνης θεωρίας καὶ προσδοκίας καὶ μελέτης τῶν μελλόντων ἀγαθῶν, ἀποπήγνυται πρὸς τὰ αἰσθητά, τὴν ἐκ τούτων ἀπόλαυσιν μεταδιώκων, φθόνῳ καὶ κακίᾳ δουλεύων.
κηʹ. Οἴμοι, τί ποιήσω ὁ ἄθλιος; Ἡ ἀσθένειά μου πολλή, μονία καὶ πτωχεία καὶ ἀτονία συνέχει με. Ἐργάσασθαι οὐ δύναμαι, ἐπαιτῆσαι αἰσχύνομαι. Ξένος ἐγενόμην τῶν γενικῶν μου πραγμάτων. Εὐημερεῖν δυνάμενος, ἐν δυσημερίᾳ περιέπεσον. Οἵτινες ἐμακάριζόν με, νυνὶ ὄνειδος αὐτῶν ἐγενόμην.
Ἡ λύπη συνέχει μου τὴν καρδίαν διὰ τὴν περιέχουσάν με συμφοράν. Οὐδεὶς ὁ ἐπικουρῶν, οὐδεὶς ὁ συμπαθῶν. Ἐν ἀτιμίᾳ πολλῇ ἐγενόμην. Ὁ δεῖνα εἰς ἱερέα προσήχθη, καὶ ὁ δεῖνα εἰς κεφαλὴν κατεστάθη· ἐγὼ δὲ ἄσημος καὶ ἀνεπίδοξος καὶ ἀπερριμμένος. Οὐδεὶς ὁ προσποιούμενός με τὸν ἐν πτωχείᾳ καὶ ἀρρωστίᾳ περιπεσόντα. Ὁ μὲν ὑπερεπλούτησεν, ὁ δὲ ὑπὸ μαθητῶν δορυφορεῖται, ὅθεν καὶ τοῖς ἐν ὑπεροχῇ οὖσι συνδιαιτῶνται· ἐγὼ δὲ καὶ ἐν ἀδοξίᾳ πολλῇ γενόμενος καὶ τῆς ἐφημέρου τροφῆς λείπομαι. Ἐκεῖνοι προϊέμενοι λαμπρῶς ἀμφιέννυνται, ἐγὼ δὲ καὶ τῶν ἀναγκαίων σκεπασμάτων ὑστεροῦμαι. Καὶ ὅταν τὰς ἡμέρας αὑτῶν ἐκτελέσαντες ἐν ἀγαθοῖς ὑπεξέλθωσι τὸν βίον, τότε μετὰ ἀρωμάτων λαμπρᾶς κηδείας κατατυχόντες ἐν κεκονιαμένοις μνήμασι κατατίθενται· ὄνομα αἰώνιον αὑτοῖς διὰ τῆς ἐπιγραφῆς τοῦ ἐπιταφίου περιποιησάμενοι. Ἐμοῦ δὲ τελευτήσαντος, τάχα οὐδὲ ταφῆς ἀξιοῦμαι, ἀλλ᾽ ἡ κέλλα μου ἔσται μοι τάφος διὰ τὴν τῶν ἐπισκεπτομένων ἐρημίαν. Ἡ καρδία μου ὀδυνᾶται, καὶ τί ποιήσω; Οἱ ὀφθαλμοί μου ἐξέλιπον ἀτενίζοντες τῇ θύρᾳ, καὶ οὐδεὶς ὁ κρούων. Περίλυπος ἐγώ, καὶ οὐδεὶς ὁ παρακαλῶν. Τέθλιμμαι ἐσχάτως, καὶ οὐδεὶς ὁ συμπαθῶν. Οἴμοι ὅτι ἐκλείπουσιν ἐν ὀδύνῃ αἱ ἡμέραι μου.
κθʹ. Εἰπὸν τῇ σεαυτοῦ ψυχῇ, ὦ ἄνθρωπε· ἕως πότε περίλυπος εἶ, ἡ ψυχή μου, ἕως τίνος συνταράσσεις με; Ἔλπισον ἐπὶ Κύριον καὶ ἐκτινάξεις σκολιοὺς λογισμούς. Εἰ γὰρ μὴ ἐννοεῖς τὰ γήϊνα, τοῖς τοιούτοις δικτύοις οὐκ ἂν συνέπλακες. Πλὴν τοῦτο ἔσῃ γινώσκων, ὅτι πᾶς ἄνθρωπος, εἴτε ἐν ὑπεροχῇ ὤν, εἴτε ἐν ταπεινώσει, κατὰ δὲ τὸ βούλημα τοῦ Θεοῦ πολιτεύσηται, οὐκ ἀποβλητέος. Εἰ δέ τις τὰ πρόσκαιρα θαυμάζει καὶ τὴν ἐκ τούτων μεταδιώκει ἀπόλαυσιν, τῆς τῶν δικαίων παρακλήσεως ἑαυτὸν ἐστέρησεν.
λʹ. Ἐὰν οὖν τῆς χαρᾶς ἐκείνης κατατυχεῖν ἀγωνίζῃ, μὴ πάρεχε δίοδον σκολιοῖς λογισμοῖς, ἀποστασίαν ἀπὸ Θεοῦ ποιοῦσιν· ἀψευδὴς γὰρ ὁ εἰπών· ὁ εὑρὼν τὴν ψυχὴν αὑτοῦ, ἀπολέσει αὐτήν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Διὸ καὶ ὁ Ἀπόστολος λέγει· ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.