Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς βιωτικὰ φρονοῦντας καὶ τὰ ἀξιώματα διώκοντας

Ἐφραίμ ὁ Σύρος

Η αλλοίωση του μοναχικού ήθους και ο έλεγχος της υποκρισίας

Θρήνος για την εκκοσμίκευση της αγγελικής πολιτείας, στηλίτευση της αλαζονείας των αρχάριων μοναχών και επισήμανση της αντίθεσης μεταξύ εξωτερικού σχήματος και εσωτερικού φρονήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Πρὸς διόρθωσιν τῶν ἐμπαθῶς διαγόντων καὶ τιμὰς ἀπαιτούντων Ἀγωνιῶ, ἀδελφοί μου, καὶ φρίττω, καὶ τῇ λύπῃ κατατιτρώσκομαι διὰ τὸν Προφήτην τὸν λέγοντα· ἴδετε οἱ καταφρονηταὶ καὶ θαυμάσατε καὶ ἀφανίσθητε.

Καὶ πρῶτόν γε μάλιστα διὰ τὴν ἐμαυτοῦ ἀπαιδευσίαν· πάσης γὰρ ἀνομίας ὁδὸς γεγένημαι, καὶ πάσῃ ἁμαρτίᾳ κατέδησέ μου ἕκαστον μέλος ὁ Ἐχθρός. Καὶ ὤφειλον ἐμαυτὸν κόψασθαι καὶ θρηνῆσαι διὰ τὴν προσοῦσάν μοι αἰσχύνην, καὶ οὕτω τὰ τῶν ἄλλων μεριμνᾶν· ὤφειλον πρῶτον τὴν ἐμαυτοῦ δοκὸν ἐκκόψαι, καὶ οὕτω τὰ τῶν ἄλλων διαβλέπεσθαι κάρφη. Ἀλλ᾽ ἡ νῦν γινομένη καταφρόνησις ἐν τοῖς ἡμετέροις καιροῖς βαπτίζει με τῇ λύπῃ σφόδρα. Βλέπω γὰρ τὴν ἀμέλειαν τῆς νῦν κατηχήσεως καὶ οὐ δύναμαι φέρειν, κατὰ τὸν λέγοντα Προφήτην· εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην. Ποῖον γὰρ ὄργανον τοῦ Ἐχθροῦ οὐκ ἔστιν ἐν ἡμῖν; Ἢ ποίᾳ πολυτρόπῳ τέχνῃ οὐκ ἐκράτησεν ἡμῶν; Οἴμοι, τίς μὴ πενθήσει τὰ ἐπηρτημένα ἡμῖν κακά; Ἀλλὰ προσέχετε τοῖς λεγομένοις, παρακαλῶ, οἱ τὸν βίον τοῦτον ἐπανῃρημένοι, καὶ τρομήσατε. Ἀγγέλων γὰρ σχῆμα φοροῦντες τῷ Διαβόλῳ συναμιλλώμεθα. Τὸ σχῆμα ἀγγελικὸν καὶ ἡ πολιτεία κοσμική. Ἆρα οἱ Ἄγγελοι ἐν οὐρανῷ ἐν ἔριδι καὶ ζήλῳ διάγουσι, καθὼς νῦν ὁρῶμεν ἐν τοῖς μοναχοῖς;

Ἐρρίζωσε γὰρ ἐν αὐτοῖς ὁ ζῆλος καὶ ὁ φθόνος καὶ ἡ καταλαλιά. Διαφορῶν γὰρ ὁ πανοῦργος ἐρράντισεν αὐτοῦ τὰ φάρμακα εἰς ἕνα ἕκαστον ἡμῶν, καὶ διὰ τέχνης ἕκαστον ὑποσκελίζει. Καὶ ὁ μέν τις κατώρθωσε νηστείαν, καὶ τῷ ζήλῳ καὶ φθόνῳ κεκράτηται· ἕτερος πάλιν ἐκράτησεν ἑαυτὸν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῇ κενοδοξίᾳ πεπέδηται· ἄλλος κατώρθωσεν ἀγρυπνίαν, καὶ τῇ καταλαλιᾷ πεπαγίδευται· ἄλλος τῆς καταλαλιᾶς ἀπέστη καὶ τῇ ἀνυποταξίᾳ καὶ ἀντιλογίᾳ μεμέστωται· ἄλλος ἀπὸ βρωμάτων ἐγκρατεύεται, καὶ τῷ τύφῳ καὶ τῇ ἀλαζονείᾳ πεπόντισται· ἄλλος ἐν ταῖς εὐχαῖς καρτερικὸς ὑπάρχει, καὶ τῷ θυμῷ καὶ τῇ ὀργῇ ἡττᾶται· ἄλλος κατώρθωσέ τι μικρόν, καὶ ἐπαίρεται κατὰ τῶν ἀμελεστέρων· ἄλλον οὖν ἄλλως ἐδέσμευσεν ἡ κακία, καὶ οὐκ ἔστιν ὁ συνιών. Διὰ τοῦτο ἔριδες καὶ διχοστασίαι εἰσὶν ἐν τοῖς μοναχοῖς.

Οἴμοι, τίς μὴ στενάξει; Τίς μὴ πενθήσει, ὅπως τὴν ἀγγελικὴν ταύτην πολιτείαν συνεχέαμεν; Κατελείψαμεν γὰρ τὸν κόσμον, καὶ τὰ τοῦ κόσμου φρονοῦμεν. Τὰς κτήσεις ἀπεβαλόμεθα, καὶ τοῦ φιλονεικεῖν οὐκ ἐπαυσάμεθα. Τοὺς οἴκους κατελίπομεν, καὶ τῇ μερίμνῃ καθ᾽ ἑκάστην τηκόμεθα. Πλοῦτον οὐκ ἔχομεν, καὶ τῆς ὑπερηφανίας οὐκ ἀπέστημεν. Γάμον ὑπερείδομεν, καὶ τῆς ματαίας ἐπιθυμίας οὐ μεθιστάμεθα. Ἔξωθεν ταπεινοφρονοῦμεν, καὶ τῇ ψυχῇ τιμὰς ἀπαιτοῦμεν.

Τῷ δοκεῖν ἀκτήμονες, καὶ τῇ πλεονεξίᾳ κρατούμεθα. Τῷ λόγῳ ἀκτήμονες, καὶ τῇ διανοίᾳ πολυκτημοσύνην νοσοῦμεν. Τίς οὐκ ἂν πενθήσῃ τὴν ἡμετέραν κατήχησιν; Ἔστι γὰρ ἰδεῖν καὶ θαυμάσαι τὰ ἐπιτηδεύματα τῶν μοναχῶν, μάλιστα τῶν νεωτέρων καὶ ἀρχαρίων· οὔπω γὰρ κατὰ λόγον ἀπετάξαντο, καὶ ἤδη τετύφωνται· οὔπω ἐνέτυχον τῷ σχήματι, καὶ ἤδη ἀλαζονεύονται· οὔπω ἤκουσαν τοῦ μαθήματος, καὶ ἤδη ἄλλους νουθετοῦσιν· οὔπω τὰ πρόθυρα εἶδον, καὶ ἤδη τὰ ἔνδον φαντάζονται· οὔπω ἐπέβησαν τῷ βαθμῷ, καὶ ταῖς νεφέλαις ἴσα πέτονται· οὔπω ἐγεύσαντο τῆς ἀσκήσεως, καὶ ἤδη τῇ κενοδοξίᾳ καθωπλίσθησαν· οὔπω φωνὴν ἤκουσαν παιδείας, καὶ ἤδη ἐπιπλήττουσιν· οὔπω συνηθροίσθησαν εἰς ἀδελφότητα, καὶ ἤδη αὐθεντοῦσιν· οὔπω εἰσήλθοσαν τὰς θύρας τοῦ μοναστηρίου, καὶ ἤδη ἐπιλαμβάνονται καὶ καταγινώσκουσι καὶ ἀηδίζονται. Καὶ τί δὴ τὸν καιρὸν ἀναλίσκω; Πολλὰ γάρ εἰσι τὰ ἐπιτηδεύματα αὐτῶν. Οὐκ ἔστιν οὖν ὁ συνιών, οὐκ ἔστιν ὁ διὰ τὸν Θεὸν ἀποτασσόμενος, ἵνα διὰ τῆς ὑπακοῆς δοῦλον ἑαυτὸν παράσχῃ τοῖς ἀδελφοῖς· ἀλλ᾽ ἐὰν ἐπιτιμηθῇ, δικαιότερα νομίζει ἀντιρρητορεύειν· ἐὰν ἐπιταγῇ, διατυποῖ. Εἰς τὸ ἀγαθὸν οὐ ζηλοῦσι καὶ εἰς τὰ ἀνωφελῆ ἑαυτοὺς ῥυθμίζουσι. Τρεῖς ἡμέρας οὐκ ἔχει ἀποταξάμενος, καὶ τῷ γεγηρακότι ἐν τῷ σχήματι φιλονεικεῖ.

Μὴ θέλοντες ὑποτάσσεσθαι τέχνας ἑαυτοῖς μανθάνειν ἐπινοοῦσι· τὴν πύρωσιν τοῦ σώματος μὴ φέροντες ἀλλήλοις ὑποβλέπονται· ὑπὸ ζυγὸν εἰσῆλθε, καὶ διατάσσεται, ἐπιτιμᾷ, ὀργίζεται. Ποίησον τοῦτο, ἀδελφέ· καὶ οὐ ποιῶ, φησίν, ἐὰν μὴ καὶ ὁ δεῖνα μετ᾽ ἐμοῦ ἔλθῃ. Ὁ δεῖνα τῇ μελέτῃ τῶν θείων Γραφῶν σχολάζει· ὤφειλον κἀγὼ σχολάσαι. Καὶ πολλάκις, καὶ πρὸ τοῦ ἀποτάξασθαι ἐργατικῶς ἔζη, καὶ μὴ γινώσκων πρότερον ποία αὑτοῦ ὑπάρχει ἡ δεξιὰ ἢ ἡ ἀριστερά, ἐν τῷ μοναστηρίῳ ἐλθὼν φιλομαθὴς καὶ ἑρμηνευτὴς ἀνεφάνη. Ὁ δεῖνα ὁ ἀδελφὸς ἀναπαύεται, ὀφείλω κἀγώ. Ὁ ἀδελφὸς ἐστόλισται, ὀφείλω κἀγὼ στολισθῆναι. Ὁ ἀδελφὸς εἰς συντυχίαν πατέρων ἀπῆλθεν, ὀφείλω κἀγὼ συντυχεῖν. Ὁ ἀδελφὸς τιμὴν ἔλαβεν, ὀφείλω κἀγώ. Ὁ δεῖνα τήνδε τὴν ἐξουσίαν ἐνεχειρίσθη, ἆρα κἀγὼ οὐκ ἤμην ἄξιος τόδε ἢ τόδε πιστευθῆναι;

Ταῦτα τῶν νεωτέρων τὰ ἀριστεύματα, αὗται τῶν ἀρχαρίων αἱ ταπεινοφροσύναι, οὗτοι οἱ πόνοι· διὰ τούτων σπουδάζουσι κληρονομῆσαι τὴν βασιλείαν, οὐκ εἰδότες ὅτι ταῦτα κατάγουσι τὴν ψυχὴν εἰς ἀπώλειαν, οὐκ εἰδότες ὅτι διὰ τούτων ἐχθροὶ τοῦ Θεοῦ καθεστήκασι.

Διὰ τούτων φανεροί ἐσμεν λοιπὸν ὅτι οὔτε κἂν πρὸς βραχὺ ἀπεταξάμεθα τῇ ἔξωθεν πολιτείᾳ, λέγω δὴ τῷ κόσμῳ. Τῷ δοκεῖν γὰρ ἀπεταξάμεθα, τῇ δὲ ἀληθείᾳ τὰ τοῦ κόσμου φρονοῦμεν καὶ οὐκ ἔστιν ἐν ἡμῖν οὐδεμία ἀπολογία. Τῷ σχήματι μονάζοντες καὶ τῷ τρόπῳ ὠμοί τινες καὶ ἀπάνθρωποι· τῷ σχήματι ταπεινοὶ καὶ τῷ τρόπῳ λοιμοί· τῷ σχήματι εὐλαβεῖς καὶ τῷ τρόπῳ φονεῖς· τῷ σχήματι ἀγαπητοὶ καὶ τῷ τρόπῳ ἐχθροί· τῷ σχήματι φιλικοὶ καὶ τῷ τρόπῳ μισηταί· τῷ σχήματι ἀσκηταὶ καὶ τῷ τρόπῳ σπόνδυλοι ἀθλητῶν· τῷ σχήματι νηστευταὶ καὶ τῷ τρόπῳ πειραταί· τῷ σχήματι σώφρονες καὶ τῇ καρδίᾳ μοιχοί· τῷ σχήματι ἡσυχασταὶ καὶ τῷ τρόπῳ ῥεμβασταί· τῷ σχήματι πραεῖς καὶ τῷ τρόπῳ ἀλαζόνες· τῷ σχήματι παρακλήτορες καὶ τῷ τρόπῳ ὑβρισταί· τῷ σχήματι σύμβουλοι καὶ τῷ τρόπῳ διασυρταί· τῷ σχήματι ἀφελεῖς καὶ τῷ τρόπῳ δεινοί· τῷ σχήματι ἄφθονοι καὶ τῷ τρόπῳ φθονεροί· τῷ σχήματι ἀντιλήπτορες καὶ τῷ τρόπῳ προδόται.

Καὶ πόθεν ἄρα συμβαίνει τοιούτους εἶναι ἡμᾶς; Ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς ἀληθινὴν ταπείνωσιν· ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ Θεοῦ· ἐκ τοῦ καταφρονεῖν ἡμᾶς καὶ παραλογίζεσθαι καὶ λῆρον δοκεῖν εἶναι τὸ σωτήριον παράγγελμα.

Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡμεῖς οὐδὲ κἂν ὡς ἀδελφὸν αὐτὸν δεχόμεθα. Τὸ στόμα ἐκεῖνο τὸ φοβερὸν καὶ ἀκατάληπτον καὶ φρικῶδες ἐλάλησεν, ὅτι ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος.

Καὶ ἡμεῖς μὴ ἑωρακότες κἂν τὰ πρόθυρα τοῦ σχήματος, ἀλαζονευόμεθα, καὶ εἷς κατὰ τοῦ ἑτέρου ἐπαιρόμεθα καὶ ἀλλήλους προπηδῶμεν. Καὶ πάντες ἐσμὲν παρ᾽ ἐαυτοῖς φρόνιμοι, πάντες ἐξουσιασταί, πάντες διατάκτορες, πάντες ἐπιπλῆκται, πάντες νομοθέται, πάντες φιλόλογοι, πάντες διερμηνευταί, πάντες διδάσκαλοι, πάντες κελεύοντες, πάντες φροντισταί, πάντες οἰκονόμοι, πάντες πρῶτοι, πάντες δεύτεροι.